[ ] Att. — Athens: Agora — 140/39
1 [ἐπὶ Ἁγνοθέου ἄρχ]οντος ἐπὶ̣ τ̣ῆς Ἀττα[λίδος πέμπτης πρυτανείας ἧι Μενε]-
[κράτης Χαριξένο]υ̣ Θορίκιος ἐγραμμάτε[υεν — — — — — — — — — — — —]
[— — — — — — — —]ει τῆς πρυτανείας· ἐκκλ̣[ησία· τῶν προέδρων ἐπεψήφιζεν]
[— — — — —] Νικάνορος Μυρρινούσιος κα[ὶ συμπρόεδροι· ἔδοξεν τῶι δήμωι]·
5 [Εὐ]κτί̣[μενος Ε]ὐδήμου Εἰτεαῖος εἶπεν· ὑπ̣[ὲρ ὧν ἀπαγγέλλουσιν οἱ πρυτάνεις]
[τ]ῆ̣ς Ἀντ[ιο]χ̣ίδος ὑπὲρ τῶν θυσιῶν <ὧ>ν ἔθυ̣[ον τὰ πρὸ τῶν ἐκκλησιῶν τῶι τε]
[Ἀπ]όλλωνι τῶι Προστατηρίωι καὶ τεῖ Ἀρτέμ[ιδι τεῖ Βουλαίαι καὶ τοῖς ἄλλοις]
[θε]ο̣ῖς οἷς πάτριον ἦν, ἔθυσαν δὲ καὶ τεῖ Ἀρτέμι[δι τεῖ Φωσφόρωι καὶ ἅπαντα τὰ]
[ἄλ]λα συνετέλεσαν καλῶς καὶ εὐσχημόνως· ἐβ[ουθύτησαν δὲ καὶ τὰ Στήνια]
10 [τ]εῖ̣ Δήμητρι καὶ τεῖ Κόρει ὑπὲρ τῆς βουλῆς καὶ το[ῦ δήμου καὶ τῶν συμμάχων]·
[ἔ]θ̣υσαν δὲ καὶ τῶι Θησεῖ καὶ τῶι Ἀπόλλωνι τῶι Π[ατρώιωι, καὶ τῶι Ἀπόλλωνι]
[τὴ]ν εἰρυσιώνην ἀνέθηκαν κατὰ τὰ πάτρια v ἀγαθ[εῖ τύχει δεδόχθαι τῶι δήμωι]
[τὰ] μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖς ἱεροῖς [οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σω]-
[τ]ηρίαι τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ παίδων καὶ γυ[ναικῶν· ἐπειδὴ δὲ οἵ τε φυλέ]-
15 [ται] εἰσὶν εὔνους τῶι δήμωι οἵ τε πρυτάνεις τὰς θυσία[ς ἔθυσαν ἁπάσας ὅσαι]
[κ]αθῆκον <ἐ>ν τεῖ πρυτανείαι καλῶς καὶ φιλοτίμως· ἐπιμ[εμέληνται δὲ καὶ τῆς]
[συ]λλογῆς τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλων ἁπ[άντων ὧν αὐτοῖς προσέ]-
[τ]αττον οἵ τε νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου· ἐπαινέσ[αι τοὺς πρυτάνεις]
[τ]ῆς Ἀντιοχίδος καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τ[ὸν νόμον εὐσεβείας]
20 [ἕν]εκεν τῆς πρὸς τοὺς θεοὺς καὶ φιλοτιμίας τῆς εἰς τὴν βου[λὴν καὶ τὸν δῆμον]·
[ἀ]ν̣αγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυταν̣[είαν εἰς στήλην]
[λι]θίνην καὶ στῆσαι ἐν [τῶ]ι πρυτανικῶι· εἰς δὲ τὴν ποίησιν τῆς στ[ήλης καὶ τὴν ἀνα]-
[γ]ραφὴν μερίσαι τὸν [ταμία]ν τῶν στρατιωτικῶν τὸ γενόμενον [ἀνάλωμα vacat]
col. I.24 ἡ βουλή
25 τὸν ταμίαν
Εὐκτίμενον
Εἰτεαῖον
col. II.28 ὁ δῆμος
τοὺς
30 πρυτάνεις
col. III.31 ἡ βο[υλή]
τὸν
γραμμα[τέα]
Εὐκτίμ[ενον]
35 Εἰτεαῖ[ον]
[ἐ]πὶ Ἁγνοθέου ἄρχοντος ἐπὶ τῆς Ἀτταλίδος πέμπτης πρυ̣τ̣ανείας
[ἧ]ι Μενεκράτης Χαριξένου Θορίκιος ἐγραμμάτευεν· Μαιμακτηριῶνος
δευτέραι μετ’ εἰκάδας, ὀγδόει καὶ δεκάτει τῆς πρυτανείας· βουλὴ
[ἐ]μ Πειραιεῖ ἐν τῶι Φωσφορίωι· τῶμ προέδρων ἐπεψήφιζεν Νικοκράτης
40 [Ἐ]πικράτου Πτελεάσιος καὶ συμπρόεδροι· vvv ἔδοξεν τεῖ βουλεῖ vvvv
Εὐκτίμενος Εὐδήμου Εἰτεαῖος εἶπεν· ἐπειδὴ οἱ πρυτάνεις τῆς Ἀντιο-
χίδος καὶ οἱ ἀείσιτοι ἐπαινέσαντες καὶ στεφανώσαντες ἀποφαίνου%⁸⁰-
σιν τεῖ βουλ̣εῖ τὸν ταμίαν καὶ γραμματέα Εὐκτίμενον Εἰτεαῖον τάς τε Θυ-
σίας τεθυκέναι τὰς κα̣θ̣ηκο[ύ]σας ἐν τεῖ πρυτανείαι· ἐπιμεμελῆσθαι δὲ v
45 καὶ τῶν ἄλλων ἁπάντων καλῶς καὶ φιλοτίμως· ἀγαθεῖ τύχει δεδόχθαι vv
τεῖ βουλεῖ ἐπαινέσαι τὸν ταμίαν καὶ γραμματέα Εὐκτίμενον Εἰτεαῖον v
εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς φυλέτας· ἐπαινέσαι δὲ καὶ τὸν γραμματέα̣
τῆς βουλῆς καὶ τοῦ δήμου Στράτιππον Ῥαμνούσιον καὶ τὸν ὑπογραμματέα v
Χαιρητίδην Κορυδαλλέα καὶ τὸν κήρυκα τῆς βουλῆς καὶ τοῦ δήμου Εὐκλῆν Τρι-
50 νεμεέα καὶ τὸν αὐλητὴν Θεόδωρον Οἰναῖον καὶ τὸν ταμίαν τῆς βουλῆς vvvv
Λυκόφρονα Σουνιέα καὶ τὸν ἱερέα τοῦ ἐπωνύμου Ἀμμώνιον Ἀναφλύστιον vv
καὶ στεφανῶσαι ἕκαστον αὐτῶν θαλλοῦ στεφάνωι· ἀναγράψαι δὲ τόδε {τόδε}
τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν εἰς στήλην λιθίνην καὶ στῆ%⁸⁰-
σαι ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ποίησιν τῆς στήλης καὶ τὴν ἀναγραφὴν μερί-
55 σαι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον ἀνάλωμα vacat
col. I.56 Εἰτεαῖοι
Εὐκτίμενος
Λέων
․ρ̣[․․․]ς
60 [Σημαχίδαι]
[— — —]
[— — —]
[— — —]
[— — —]
65 [— — —]
[— — —]
[— — —]
[— — —]
[— — —]
70 [— — —]
col. II.71 Παλληνεῖς
Ἰολλᾶς
Ἐξακῶν
Σατυρίων
75 Φανόκριτος
Διονύσιος
Ἀθηνόδωρος
[Ἀρ]χέλαος
[․․․․]ιος
80 [․c.6․․]ος
[Ἀλωπεκεῖς]
[— — —]
[— — —]
[— — —]
85 [— — —]
col. III.86 Φιλόδημος
Αἰσχρίων
Μενέλαος
Ἀριστίων
90 Πάτρων
Διογένης
Ἀνδρόνικος
Αἰσχρώνδης
Ἀμφιτροπαιεῖς
95 Ἀπολλώνιος
Σάτυρος
Κλεόνοστος
Ἴων
Κλέων
100 Κλεότιμος
col. IV.101 Θοραιεῖς
Δημαγόρας
Ἀριστοκράτης
Δεινοκράτης
105 Ἀναφλύστιοι
Ἀττινᾶς
Φιλόθεος
Κριωεῖς
Ὀλυμπίων
110 Ἡρακλέων
Βασιλείδης
Πύρρος
Ἐροιάδαι
Τιμόστρατος
115 vacat
col. I-II.116 [ἀντιγραφεύς — — — — — — — — — ο]υ Σημαχίδης
col. I.117 [ἡ βουλή]
[Στράτιππον]
[Ῥαμνούσιον]
col. II.120 [ἡ βουλή]
[Χαιρητίδην]
[Κορυδαλλέα]
col. III.123 [ἡ βουλή]
[Εὐκλῆν]
125 [Τρινεμεέα]
col. IV.126 ἡ βουλή
Θεόδωρον
Οἰναῖ[ον]
col. I-II.129             [ἡ βουλή]
130            [Λυκόφρονα]
            [Σουνιέα]
col. III-IV.132             [ἡ βουλή]
           [Ἀμμώνιον]
           [Ἀναφλύστιον]
Search Help
Contact Us