[ ] Att. — Athens: Agora — 145/4 — IG II² 967
See also:
1 [ἐπ]ὶ Μητροφάνου ἄρχοντος ἐπὶ τῆς Ἀκαμαντίδος δεκάτης πρυτα-
νείας, ἧι Ἐπιγένης Μοσχίωνος Λαμπτρεὺς ἐγραμμάτευεν· ἀντι-
γραφεὺς Δημοκράτης Δημοκράτου Κυδαθηναιεύς· Ἐλ̣αφηβολιῶνο[ς]
ἐνάτει μετ’ εἰκάδας κατ’ ἄρχοντα, κατὰ θεὸν [δ]Μ̣ουνιχιῶνος δωδε[κά]-
5 τει, δωδεκάτει τῆς πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν πρ[ο]-
έδρων ἐπεψήφιζεν Τί[μυλλ]ος Τιμύλ̣λου Ἐρχι̣[εὺ]ς καὶ συμπρόεδροι·
[ἔδοξ]εν τῶι δήμωι·
Τίμαρχος, Ἐ̣πη̣[ρατίδ]ο[υ] Σφήττιος εἶπεν· ὑπὲρ ὧν ἀπαγγέλλουσιν οἱ πρυτά-
νεις τῆς Ἐρ[εχ]θεῖδος [ὑπὲρ] τῶν θυσιῶν ὧν ἔθυον τ[ὰ] πρὸ τῶ[ν ἐκκλη]-
10 σιῶν τῶ[ι] Ἀ̣[πόλλωνι τῶι Προ]στατηρίωι καὶ τεῖ Ἀρτέμιδι τεῖ [Βουλαίαι]
καὶ τοῖς [ἄλλοις θεοῖς] ο[ἷς] πάτρ[ιο]ν ἦν ὑπέρ τε τῆς βουλῆς καὶ τοῦ [δ][μ]ο[υ],
ἀγαθ[εῖ τύχει δεδόχθαι] τῶι δήμωι τὰ μὲν ἀγαθὰ δέχεσθαι τὰ γ[εγ]ονότα
[ν] τοῖς ἱεροῖ[ς οἷς ἔ]θυον [ἐφ’] ὑγιείαι καὶ σωτηρίαι τῆς τε βουλῆς καὶ τοῦ [δή]-
μου καὶ [παίδων καὶ γυναικῶν καὶ τῶν φίλων] καὶ συμμάχων· [ἐ]π[ειδὴ δὲ]
15 [οἱ πρυτάνεις ἔθυσαν τὰς θυσίας ἁπάσας τὰς] καθ[ηκ]ού[σας ἐν τῆι]
[πρυτανείαι καλῶς καὶ φιλοτίμως, ἐπεμελήθησαν δὲ καὶ τῆς συλλογῆς]
[τῆς βουλῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλων ἁπάντων ὧν αὐτοῖς προσέτατ]-
[τον οἵ τε νόμοι καὶ τὰ ψηφίσματα] τοῦ δήμου· ἐπαιν[έσαι τοὺς πρυτά]-
[νεις τῆς Ἐρεχθεῖδος καὶ στεφανῶσαι αὐ]τοὺς [χρ]υ[σῶι στεφάνωι κατὰ τὸν]
20 [νόμον εὐσεβείας ἕνεκα τῆς εἰς τ]οὺ[ς θε]οὺ[ς καὶ φιλοτιμίας — — —]
lacuna
Search Help
Contact Us