[ ] Att. — Athens: Agora — 155/4 a.
1 [ἐπὶ Μνησιθέου ἄρχοντος ἐπὶ τῆς Ἱπποθωντίδος δευτ]έρ̣α̣[ς πρυ]-
[τανείας ἧι Φιλίσκος Κράτητος Παιανιεὺς ἐγραμμ]άτευε̣[ν· Με]-
[ταγειτνιῶνος τετράδι ἱσταμένου τετάρτει τῆς πρυ]τανείας
[βουλὴ ἐμ βουλευτηρίωι· τῶν προέδρων ἐπεψήφ]ι̣ζεν Ἀ̣γα-
5 [σίας Σωσίου Ἀχαρνεὺς καὶ συμπρόεδροι v ἔδοξεν] τεῖ βουλεῖ
[Ἡράκλειτος Στράτωνος Φλυεὺς εἶπεν· ὑπὲρ ὧν ἀπ]α̣γγέλ<λ>ουσ[ιν]
[οἱ πρυτάνεις τῆς Πανδιονίδος ὑπὲρ τῶν θυσιῶν ὧ]ν ἔθυον τ[ὰ]
[πρὸ τῶν ἐκκλησιῶν τῶι τε Ἀπόλλωνι τῶι Προστατη]ρίωι καὶ τεῖ
[Ἀρτέμιδι τεῖ Βουλαίαι καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτ]ριον ἦν vv
10 [ἀγαθεῖ τύχει δεδόχθαι τεῖ βουλεῖ v τὰ μὲν ἀγαθὰ δέ]χεσθαι τὰ
[γεγονότα ἐν τοῖς ἱεροῖς οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτ]ηρίαι τῆς
[τε βουλῆς καὶ τοῦ δήμου καὶ παίδων καὶ γυν]αικῶ̣[ν] καὶ τῶν φί-
[λων καὶ συμμάχων· ἐπειδὴ δὲ οἱ πρυτάνεις τ]άς τ[ε] θυσίας ἔθυ-
[σαν ἁπάσας ὅσαι καθῆκον ἐν τεῖ πρυτανεία]ι̣ καλῶς καὶ φιλο-
15 [τίμως, ἐπεμελήθησαν δὲ καὶ τῆς συλλογῆς] τῆς τε βουλῆς v
[καὶ τοῦ δήμου καὶ τῶν ἄλλων ἁπάντων ὧν αὐτ]οῖς προσέταττον
[οἵ τε νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου· ἐπ]αινέσαι τοὺς πρυ-
[τάνεις τῆς Πανδιονίδος καὶ στεφανῶσαι] αὐτοὺς χρυσῶι στε-
[φάνωι εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεο]ὺς καὶ φιλοτιμίας
20 [τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων· ἀναγρ]άψαι δὲ τόδε τὸ ψή-
[φισμα τὸν γραμματέα τὸν κατὰ πρυτανε]ί̣αν ἐν στήλει λι-
[θίνει καὶ στῆσαι ἐν τῶι πρυτανικῶι· εἰς δὲ τ]ὴν ἀναγραφὴν
[καὶ τὴν] ἀνάθεσιν [τῆς στήλης μερίσαι τὸ]ν̣ ταμίαν τῶν στρα-
[τιω]τ̣ικῶν τὸ γενόμεν[ον ἀνάλωμα].
25                              vacat
col. I.25 ὁ δῆμος
  τοὺς
πρυτάνεις
col. II.28  ἡ βουλή
τὸν ταμίαν
30 Ἀλέξανδρον
 Στειριέα
col. III.32 [ἡ βουλή]
[τὸν γρ]α̣μμα-
[τέ]α
35 [Σιλ]ηνὸν
[Π]α̣ιανιέ-
 α
 vacat
col. IV.38 ἡ βουλή
Νικόμαχον
40 Μυρρινούσι-
ον
ἐπὶ Μν[ησ]ιθέου ἄρχο<ντος> ἐπὶ τῆς Ἱπποθωντίδος δευτέρας πρυ-
τανείας ἧι Φιλίσκος Κράτητος Παιανιεὺς ἐγραμμάτευεν· Με-
ταγειτνιῶνος τετράδι ἱσταμένου τετάρτει τῆς πρυτ[ανε]ίας·
45 βουλὴ ἐμ βουλευτηρίωι· τῶν προέ̣δρω̣ν̣ ἐπεψήφιζε[ν Ἀγασίας]
Σω̣σίου Ἀχαρνεὺς καὶ συμπρ[ό]εδροι v ἔδοξεν τεῖ βου̣λ̣[εῖ v]
Ἡράκλειτος Στράτωνος Φλυ]ὺς εἶπεν· ἐπειδὴ οἱ πρυτάν[εις]
τῆς Πανδιονίδος καὶ οἱ ἀείσι̣[τ]οι ἐπαινέσαντες καὶ στεφανώ-
σαντες ἀποφαίνουσιν τὸν τα̣μίαν ὃν εἵλοντο ἐξ ἑαυτῶν Ἀλέξαν-
50 δρον Στειριέα τάς τε θυσία̣[ς] τεθυκέναι πάσας τὰς καθηκούσας
[ἐν] τεῖ πρυτανείαι, ἐπιμεμε[λ]ῆσθαι δὲ καὶ τῶν ἄλλων ἁπάντων v
[κα]λῶς κ̣αὶ φ̣ιλοτίμως v ἀγα̣θεῖ τύχει δεδόχθαι τεῖ βουλεῖ ἐπαι-
[νέσ]αι τὸν ταμίαν Ἀλέξα[ν]δρον Εὐβούλου Στειριέα καὶ στεφανῶ-
[σαι] θαλλοῦ στεφάνωι, ἐπα[ιν]έσαι δὲ καὶ τὸν γραμματέα Σιληνὸν
55 [vvv] vacat Παιανιέα καὶ τὸν̣ [ἱερέ]α τοῦ ἐπωνύμου Νικόμαχον Τελε-
[․․․․] Μυρρινούσιον καὶ τὸν [γραμ]ματέα τῆς βουλῆς καὶ τοῦ δήμου
[Χαι]ρέδη[μ]ον vacat [Λαμπ]τρέα καὶ τὸν ὑπογραμματέα τοῦ
[δήμου] 〚Πυ̣[θα]γόρ̣α̣ν̣〛 Ἁμαξα[ντέ]α καὶ τὸν κήρυκα τῆς βουλῆς καὶ {〚τ〛}
[τοῦ] δήμου Εὐκλῆν Τρινεμ[εέα] καὶ τὸν αὐλητὴν Τέχνωνα Φηγαιέ[α]
60 [καὶ] τὸν ταμίαν τῆς βουλῆς [Λέ]αγρον Ἀσκλάπωνος Πειραιέα καὶ
[στ]εφανῶσαι ἕκαστον θαλ[λο]ῦ στεφάνωι. ἀναγράψαι δὲ τόδε τὸ
[ψήφ]ισμα τὸν γραμματέα τὸν [κ]ατὰ πρυτανείαν ἐν στήλει λιθίνει
[καὶ] στῆσαι ἐν τῶι πρυτανικ[ῶ]ι· εἰς δὲ τὴν ἀναγραφὴν καὶ τὴν ἀνά-
[θεσιν] τῆς στήλης μερίσαι τὸ[ν] ταμίαν τῶν στρατιωτικῶν τὸ γε-
65 [νό]μενον ἀνάλωμα.
                              vacat
col. I.66 Στειριεῖς
Ἀλέξανδρος
Ν̣ικ̣ίας
Παιανιεῖς
70 Σιληνός
Εὐφρόνιος
Ζώπυρος
Νικόβουλος
Διονυσογένης
75 Χάρης
Τίμων
Σώστρατος
Καλλίμαχος
Κριτόλαος
80 [Δ]ίων
col. II.81 Αἰαντίδης
Αἴων
Ποσείδιππος
Νικόστρατος
85 Ἀπολλόδω[ρ]ος
Κυθήρρι[οι]
Σωκράτη̣[ς]
Λεχίδημ[ος]
Κλέαρχ[ος]
90 Δημήτρ[ιος]
Ἀείστρ[ατος]
Ἀριστομ[— —]
Κυδα[θηναιεῖς]
Νίκαν̣[δρος]
95 Ἀπολ[— — —]
col. III.96 Νίκων
Φανίας
Κρίτων
Σωκράτης
100 Σωσίβιος
Ἄρχιπνος
Πολυκράτης
Θεόφημος
Ἀγάθαρχος
105 Φυρταῖος
Ν̣εο[κλ]ῆς
[Πρασιεῖς]
[— — — —]
[Μυρρινούσιοι]
110 [Νικόμαχος?]
col. IV.111 Δίκαιος
Σιμωνίδης
Νουμήνιος
<Τ>ιμασίθεος
115 Εὔνομος
Καλλίας
Ἀγγελῆθεν
Ἀπο<λ>λώνιος
Ἀντίπατρος
120 Ὄαθ<ε>ν
<Ξ>ένων
[Δ]ιονυ[σ —]
[— — —]
123a                                  vacat 0.05 m.
                              five citations missing
Search Help
Contact Us