[ ] Att. — Athens: Agora — 164/3 a.
1 ἐπὶ Εὐεργέτου ἄρχοντος ἐπὶ τῆς Ἱπποθωντίδος ἐνάτης πρυτ[α]-
νείας ἧι Διονυσόδωρος Φιλίππου Κεφαλῆθεν ἐγραμμάτευε̣[ν]·
Ἐλαφηβολιῶνος ἐνάτει ἐπὶ δέκα, κατὰ θεὸν δὲ δεκάτει ὑστέ[ραι],
δευτέραι καὶ εἰκοστεῖ τῆς πρυτανείας· ἐκκλησία ἐμ Πειρ[αιεῖ]·
5 τῶμ προέδρων ἐπεψήφιζεν Εὐθίας Νουμηνίου Φυλάσιος κ[αὶ συμ]-
πρόεδροι vacat ἔδοξεν τῶι δήμωι vacat
Λύσανδρος Θεομήδου Κυδαθηναιεὺς εἶπεν· ὑπὲρ ὧν ἀπαγγέ̣[λλουσιν]
οἱ πρυτάνεις τῆς Ἱπποθωντίδος ὑπὲρ τῶν θυσιῶν ὧν ἔθυον [τὰ πρὸ τῶν]
ἐκκλησιῶ[ν τῶι τε Ἀ]πό̣λλωνι τῶι Προστατηρίωι καὶ τεῖ Ἀρτέμιδ̣[ι τεῖ Βου]-
10 λαί[αι καὶ τεῖ Φωσφόρωι] κ̣α̣ὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν· [ἀγαθεῖ τύ]-
[χει δεδόχθαι τῶι δήμωι τὰ μὲν] ἀγαθὰ δέχεσθαι τὰ γεγονότα [ἐν τοῖς ἱε]-
[ροῖς οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτηρία]ι̣ τῆς τε βουλῆς καὶ τοῦ δή[μου καὶ τῶν]
[ἄλλων ἁπάντων ὧν αὐτοῖς προσέταττο]ν̣ οἵ τε νόμοι καὶ τὰ ψ[ηφίσματα τοῦ]
[δήμου· ἐπαινέσαι τοὺς πρυτάνεις τῆς Ἱππ]οθωντίδος κ[αὶ στεφανῶσαι]
15 [αὐτοὺς — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
lacuna
Search Help