1 | [θ]ε[οί] |
ἐπὶ Ἀλέξιδος ἄρχοντος ἐπὶ τῆς Ἀττ[αλίδος δευτέρας πρυ]- | |
τανείας v Μεταγειτνιῶνος δεκάτει [ὑστέραι, ἐνάτει καὶ δε]- | |
κάτει τῆς πρυτανείας· ἐκκλησία ἐμ [Πειραιεῖ· τῶν προέδρων] | |
5 | ἐπεψήφιζεν Εὐβουλίδης Προμηθί[ωνος Ἁλαιεὺς(?) καὶ συμπρό]· |
vacat ἔδοξεν τῶι δή[μωι] [vacat] | |
Ὀνήσανδρος Ὀνήτορος Κυδαθηναιε̣[ὺς εἶπεν· ὑπὲρ ὧν ἀπαγ]- | |
γέλλουσιν οἱ πρυτάνεις τῆς Ἀττα[λίδος ὑπὲρ τῶν θυσιῶν] | |
ὧν ἔθυον τὰ πρὸ τῶν ἐκκλησιῶν τῶ[ι τε Ἀπόλλωνι τῶι Προστα]- | |
10 | τηρίωι καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλα[ίαι καὶ τεῖ Φωσφόρωι καὶ] |
τοῖς ἄλλοις θεοῖς οἷς πάτρι[ο]ν ἦν [ἀγαθεῖ τύχει δεδόχθαι τῶι] | |
δήμωι· τὰ μὲν ἀγαθὰ δέχεσθαι τὰ γε[γονότα ἐν τοῖς ἱεροῖς οἷς] | |
ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτηρίαι τῆς βο[υλῆς καὶ τοῦ δήμου καὶ] | |
τῶν συμμάχων· ἐπειδὴ δὲ οἱ πρυτάνε[ις ἔθυσαν τὰς θυσίας] | |
15 | ἁπάσας ὅσαι καθῆκον ἐν τεῖ πρυτανεί[αι καλῶς καὶ φιλοτίμως], |
ἐπεμελήθησαν δὲ καὶ τῆς συλλογῆς τ[ῆς τε βουλῆς καὶ τοῦ] | |
δήμου καὶ τῶν ἄλλων ἁπάντων ὧν αὐτ[οῖς προσέταττον οἵ τε] | |
νόμοι καὶ τὰ ψηφίσματα τοῦ δήμου· ἐπαιν[έσαι τοὺς πρυτάνεις] | |
τῆς Ἀτταλίδος καὶ στεφανῶσαι αὐτὴν χ[ρυσῶι στεφάνωι κατὰ] | |
20 | τὸν νόμον εὐσεβείας ἕνεκεν τῆς π[ρὸ]ς το[ὺς θεοὺς καὶ φιλοτιμί]- |
ας τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμο̣ν τὸ[ν Ἀθηναίων· ἀναγρά]- | |
ψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα [τὸν κατὰ πρυτανεί]- | |
αν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι π[ρυτανικῶι· εἰς δὲ τὴν] | |
ἀναγραφὴν τῆς στήλης καὶ τὴν ἀνάθεσι[ν μερίσαι τὸν ἐπὶ τεῖ] | |
25 | διοικήσει τὸ γενόμενον ἀνάλωμα vacat [vacat] |
col. I.26 | ὁ δῆμος |
τοὺς | |
πρυτάνεις | |
col. II.29 | ἡ βουλή |
30 | τὸν ταμία<ν> |
Κασσαν- | |
δρίδην | |
Σουνιέα | |
col. III.34 | ἡ βουλή |
35 | τὸν γραμ- |
ματέα | |
Σωκράτην | |
ἐξ Οἴου | |
col. IV.39 | [ἡ βουλή] |
40 | [Ἀδείμαντον] |
[Ἰκαριέα] | |
ἐπὶ Ἀλέξιδος ἄρχοντος ἐπὶ τῆς Πανδ[ιο]νίδο[ς τρίτης πρυτα]- | |
νείας· Μεταγειτνιῶνος ἐμβολίμου ὀγδόει [ἱσταμένου, τε]- | |
τάρτει τῆς πρυτανείας· βουλὴ ἐμ βουλευτ[ηρίωι· τῶν προέ]- | |
45 | δρων ἐπεψήφιζεν Δημοκήδης Ἀρίστωνος Λ[ευκονοεὺς(?) καὶ] |
συμπρόεδροι v ἔδοξεν τεῖ βουλεῖ v Ἀρίστω[ν Ἀρίστωνος(?)] | |
Λευκονοεὺς εἶπεν· ἐπειδὴ οἱ πρυτάνεις τῆς [Ἀτταλίδος] | |
καὶ οἱ ἀείσιτοι ἐπαινέσαντες καὶ στεφανώ[σαντες ἀπο]- | |
φαίνουσιν τεῖ βουλεῖ τὸν ταμίαν ὃν εἵλοντο ἐ[ξ ἑαυτῶν] | |
50 | Κασσανδρίδην Σουνιέα τάς τε θυσίας τεθυκέ[ναι ἁπάσας] |
τὰς καθηκούσας ἐν τεῖ πρυτανείαι ὑπὲρ τῆς̣ [βουλῆς καὶ] | |
τοῦ δήμου, ἐπιμεμελῆσθαι δὲ καὶ τῶν ἄλλων ἁ[πάντων κα]- | |
λῶς καὶ φιλοτίμως· ἀγαθεῖ τύχει δεδόχθαι τεῖ β̣[ουλεῖ· ἐπαι]- | |
νέσαι τὸν ταμίαν Κασσανδρίδην Μύρωνος Σου̣[νιέα καὶ] | |
55 | στεφανῶσαι θαλλοῦ στεφάνωι· ἐπαινέσαι δὲ καὶ [τὸν γραμμα]- |
τέα Σωκράτην Ἀπολλοδώρου ἐξ Οἴου καὶ τὸν ἱερέα τ[οῦ ἐπωνύμου] | |
Ἀδείμαντον Ἰκαριέα καὶ τὸν γραμματέα τῆς βουλῆς̣ [καὶ τοῦ δή]- | |
μου Χαρίδημον Λαμπτρέα καὶ τὸν ὑπογραμματέα Φιλ[οχάρην] | |
Ἀχαρνέα καὶ τὸν κήρυκα τῆς βουλῆς καὶ τοῦ δήμου Φιλοκλ[ῆν Τρι]- | |
60 | νεμεέα καὶ τὸν αὐλητὴν Καλλικράτην Θορίκιον καὶ τὸν ταμ[ίαν] |
τ<ῆ>ς βουλῆς Νικοσθένην Ποτάμιον καὶ στεφανῶσ̣αι ἕκασ[τον] | |
αὐτῶν θαλλοῦ στεφάνωι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τ[ὸν] | |
γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήλει λιθίνει καὶ στῆ[σαι] | |
ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀναγραφὴν καὶ τὴν π[ο]ίησιν τῆ[ς] | |
65 | στήλης μερίσαι τὸν ταμίαν τῶν στρατιωτικῶν. vacat |
col. I.66 | Σουνιεῖς |
Κασσανδρίδης | |
Μενίσκος | |
Φιλόξενος | |
70 | Καλλίστρατος |
Σεύθης | |
Εὐθύμιχος | |
Ἀσκληπιόδωρ | |
Ζηνέας | |
75 | Ἡγίας |
Ἰθυκλῆς | |
Ἰκαριεῖς | |
Ἡρόδωρος | |
col. II.79 | ἐξ Οἴου |
80 | Σωκράτης |
Ξενοκλείδης | |
Θεόφιλος | |
Οἰναῖοι | |
Πανδίων | |
85 | Ἐπιγένης |
Θεόξενος | |
Διόζοτος | |
Κορυδαλλεῖ | |
Ξενοφῶν | |
90 | Φιλοκράτης |
col. III.91 | Ἀπολλωνιεῖς |
Τίμαρχος | |
Εὐπείθης | |
Κέφαλος | |
95 | Ἀγαθίας |
Πύθιππος | |
Ἀγρυλεῖς | |
Δημοκράτης | |
Ἀντισθένης | |
100 | Τυρμεῖδαι |
Διοκλῆς | |
Ἀντισθένης | |
col. IV.103 | Ἀθμονεῖς |
Φιλιστίδης | |
105 | Δαμασίας |
Χαιρέας | |
Λώνικος | |
Ἡρακλείδης | |
Ἀσκληπιάδης | |
110 | Φανόδημος |
Διονυσόδωρος | |
Προβαλίσιοι | |
Ἀρχέπολις | |
Κιλλαῖος | |
col. V.115 | Μενε[κ]ράτης |
Ἀτην[ε]ῖς | |
Δημήτρ̣ιος | |
Νικήτης | |
[․]#⁷ — — | |
120 | [Φ]ί̣λων |
[Β]ίοττος | |
Εὔδιος | |
Ἁγνούσιοι | |
Ἀρ̣[ι]στόβουλος | |
125 | Πυ̣ρρῖνος |
Πολ[ε]μαῖος | |
Μεν[έ]μ̣αχος̣ | |
col. I.128 | ἡ βουλή |
Χαρίδημον | |
130 | Λαμπτρέα |
col. II.131 | ἡ βουλή |
Φιλοχάρην | |
Ἀχαρνέ- | |
α | |
col. IV.135 | ἡ βουλή |
Φιλοκλῆν | |
Τρινεμεέ- | |
α | |
col. V.139 | ἡ βουλή |
140 | Καλλικράτην |
Θορίκιον | |
col. III.142 | ἡ βουλή |
Νικοσθένην | |
Ποτάμιον |
Agora XV
206