| 1 | ἐπὶ Δημητρίου ἄρχοντος ἐπὶ τ̣[ῆς Ἀντιοχίδος ἐνάτης πρυτα]- |
| νείας· Ἐλαφηβολιῶνος ὀγδόει μετ’ ε̣[ἰκάδας, κατὰ θεὸν δὲ] | |
| τετράδι μετ’ εἰκάδας, ὀγδόει καὶ εἰκοσ[τεῖ τῆς πρυτανεί]- | |
| ας· ἐκκλησία ἐμ Πειραιεῖ· τῶν προέδρων ἐ̣[πεψήφιζεν Σέ]- | |
| 5 | λευκος Μενεκλέους Κολλυτεὺς καὶ συμ[πρόεδροι· Σώπατρος] |
| Κάλλωνος Φαληρεὺς εἶπεν· ὑπὲρ ὧν ἀπαγ[γέλλουσιν οἱ πρυ]- | |
| τάνεις τῆς Ἀντιοχίδος ὑπὲρ τῶν θυσιῶ̣[ν ὧν ἔθυον τὰ πρὸ] | |
| τῶν ἐκκλησιῶν τῶι τε Ἀπόλλωνι τῶι Προ[στατηρίωι καὶ τεῖ Ἀρ]- | |
| τέμιδι τεῖ Βουλαίαι καὶ τῶι Διὶ τῶι Κτη̣[σίωι μετὰ τοῦ ἱερέως αὐ]- | |
| 10 | τοῦ καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτρι[ον ἦν· ἀγαθεῖ τύχει] |
| δεδόχθαι τῶι δήμωι, τὰ μὲν ἀγαθὰ δ̣[έχεσθαι τὰ ἐν τοῖς ἱεροῖς] | |
| οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτηρία̣[ι τῆς τε βουλῆς καὶ τοῦ] | |
| δήμου καὶ τῶν συμμάχων, ἐπ̣[ειδὴ δὲ οἱ πρυτάνεις τάς] | |
| τε θυσίας ἔθυσαν ἁπάσας [ὅσαι καθῆκον ἐν τεῖ πρυ]- | |
| 15 | τανείαι καλῶς καὶ φιλο[τίμως, v ἐπεμελήθησαν δὲ] |
| καὶ τῆς συλλογῆς τῆς τ̣[ε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν] | |
| ἄλλων ὧν αὐτοῖς προσέ̣[ταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσ]- | |
| ματα τοῦ δήμου, ἐπαι[νέσαι τοὺς πρυτάνεις τῆς Ἀντιο]- | |
| χίδος καὶ στεφανῶ[σαι αὐτοὺς χρυσῶι στεφάνωι κατὰ] | |
| 20 | τὸν νόμον εὐσεβε[ίας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ] |
| φιλοτιμίας τῆς [εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθη]- | |
| ναίων· ἐπαινέσ[αι δὲ καὶ τὸν ταμίαν τῆς φυλῆς — c.8 —] | |
| Εὐκλέ[ο]υ̣ς Ἀλ̣[ωπεκῆθεν καὶ στεφανῶσαι κατὰ τὸν νόμον]· | |
| ἀναγράψ[αι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κα]- | |
| 25 | τὰ πρυτ[ανείαν ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶι] |
| πρυτα[νικῶι· μερίσαι δὲ τὸν ἐπὶ τεῖ διοικήσει εἰς] | |
| τὴν ἀν̣[αγραφὴν καὶ ποίησιν τῆς στήλης τὸ γενόμε]- | |
| ν̣ον ἀ[νάλωμα]. | |
| vacat |
Agora XV
171