[ ] Att. — Athens: Agora — 193/2
See also:
1 ἐπὶ Ἱππίου ἄρχοντο̣ς ἐπὶ τῆς Λεωντίδος ἕκτης πρυτανείας ἧ[ι Θεοδ]ό̣σ[ιος]
Ξενοφάντου Λαμπτρεὺς ἐγραμμάτευεν· Ποσιδεῶνος ἐμβολίμου ἑ̣ν̣δεκά-
τει, ἐνάτει καὶ εἰκοστεῖ τῆς πρυτανείας· βουλὴ ἐμ βουλευτηρίωι σύνκλητος
στρατηγῶν παραγγειλάντων καὶ ἀπὸ βουλῆς ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· vv
5 τῶμ προέδρων ἐπεψήφιζεν Ἀμεινίας Ξάνθου Μαραθώνιος καὶ συμπρόεδροι· v
ἔδοξεν τῶι δήμωι· v Λακράτης Μέ̣ντορος Περιθοίδης εἶπεν· ὑπὲρ ὧν ἀπαγ-
γέλλουσιν οἱ πρυτάνεις τῆς Λεωντίδος ὑπὲρ τῶν θυσιῶν ὧν ἔθυον τὰ πρὸ τῶν
ἐκκλησιῶν τῶι τε Ἀπόλλωνι τῶι Προστατηρίωι καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλαίαι
KAI\ TOI=S A)/LLOIS QEOI=S OI(=S PA/TRION H)=N: &v$ A)GAQEI= TU/XEI DEDO/XQAI TW=I DH/MWI TA\
10 μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖς ἱεροῖς οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτη-
ρίαι τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν συμμάχων, ἐπειδὴ δὲ οἱ πρυτάνεις
τάς τε θυσίας ἔθυσαν ἁπάσας ὅσαι καθῆκον ἐν τεῖ πρυτανείαι καλῶς καὶ φι-
λοτίμως, ἐπεμελήθησαν δὲ καὶ τῆς συλλογῆς τῆς τε βουλῆς καὶ τοῦ δήμου
καὶ τῶν ἄλλων ἁπάντων ὧν αὐτοῖς προσέταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσμα-
15 τα το̣ῦ δήμου· ἐπαινέσαι τοὺς πρυτάνεις τῆς Λεωντίδος καὶ στεφανῶσαι χρυ-
σῶι στεφάνωι κα̣τὰ τὸν νόμον εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ φιλο-
[τιμίας τῆς] ε̣[ἰς τὴν βουλ]ὴν [καὶ τὸ]ν δῆμον τὸν Ἀθηναίων· ἀναγράψαι δὲ τόδε τὸ
[ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτ]α̣νεία̣ν ἐν στήλει λιθίνει καὶ στῆ-
[σαι — — — — — — — — — — — — — — — — — — — — —]
20 lacuna
Search Help
Contact Us