| 1 | ἐπὶ Ἱππίου ἄρχοντο̣ς ἐπὶ τῆς Λεωντίδος ἕκτης πρυτανείας ἧ[ι Θεοδ]ό̣σ[ιος] |
| Ξενοφάντου Λαμπτρεὺς ἐγραμμάτευεν· Ποσιδεῶνος ἐμβολίμου ἑ̣ν̣δεκά- | |
| τει, ἐνάτει καὶ εἰκοστεῖ τῆς πρυτανείας· βουλὴ ἐμ βουλευτηρίωι σύνκλητος | |
| στρατηγῶν παραγγειλάντων καὶ ἀπὸ βουλῆς ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· vv | |
| 5 | τῶμ προέδρων ἐπεψήφιζεν Ἀμεινίας Ξάνθου Μαραθώνιος καὶ συμπρόεδροι· v |
| ἔδοξεν τῶι δήμωι· v Λακράτης Μέ̣ντορος Περιθοίδης εἶπεν· ὑπὲρ ὧν ἀπαγ- | |
| γέλλουσιν οἱ πρυτάνεις τῆς Λεωντίδος ὑπὲρ τῶν θυσιῶν ὧν ἔθυον τὰ πρὸ τῶν | |
| ἐκκλησιῶν τῶι τε Ἀπόλλωνι τῶι Προστατηρίωι καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλαίαι | |
| καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν· v ἀγαθεῖ τύχει δεδόχθαι τῶι δήμωι τὰ | |
| 10 | μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα ἐν τοῖς ἱεροῖς οἷς ἔθυον ἐφ’ ὑγιείαι καὶ σωτη- |
| ρίαι τῆς τε βουλῆς καὶ τοῦ δήμου καὶ τῶν συμμάχων, ἐπειδὴ δὲ οἱ πρυτάνεις | |
| τάς τε θυσίας ἔθυσαν ἁπάσας ὅσαι καθῆκον ἐν τεῖ πρυτανείαι καλῶς καὶ φι- | |
| λοτίμως, ἐπεμελήθησαν δὲ καὶ τῆς συλλογῆς τῆς τε βουλῆς καὶ τοῦ δήμου | |
| καὶ τῶν ἄλλων ἁπάντων ὧν αὐτοῖς προσέταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσμα- | |
| 15 | τα το̣ῦ δήμου· ἐπαινέσαι τοὺς πρυτάνεις τῆς Λεωντίδος καὶ στεφανῶσαι χρυ- |
| σῶι στεφάνωι κα̣τὰ τὸν νόμον εὐσεβείας ἕνεκεν τῆς πρὸς τοὺς θεοὺς καὶ φιλο- | |
| [τιμίας τῆς] ε̣[ἰς τὴν βουλ]ὴν [καὶ τὸ]ν δῆμον τὸν Ἀθηναίων· ἀναγράψαι δὲ τόδε τὸ | |
| [ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτ]α̣νεία̣ν ἐν στήλει λιθίνει καὶ στῆ- | |
| [σαι — — — — — — — — — — — — — — — — — — — — —] | |
| 20 | lacuna |
Agora XV
167