[ ] Att. — Athens: Agora — 203/2 — IG II² 915
                            lacuna
1 [— — — — ὑπὲρ ὧν ἀπαγγέλλουσιν οἱ πρυτάνεις τῆς Οἰνεῖ]δ̣[ος ὑπὲρ]
[τῶν θυσιῶν ὧν ἔθυον τὰ πρὸ τῶν ἐκκλησιῶν τῶι τε] Ἀπόλλωνι τῶ[ι]
[Προστατηρίωι καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλαίαι κ]αὶ τοῖς ἄλλοις
[θεοῖς οἷς πάτριον ἦν· ἀγαθεῖ τύχει δεδ]όχθαι τῶι δήμωι· τὰ
5 [μὲν ἀγαθὰ δέχεσθαι τὰ γεγονότα ἐ]ν τοῖς ἱεροῖς οἷς ἔθυον ἐ[φ’]
[ὑγιείαι καὶ σωτηρίαι τῆς τε β]ουλῆς καὶ τοῦ δήμου· ἐπει-
[δὴ δὲ οἱ πρυτάνεις τάς τε θυσίας] ἔθυσαν ἁπάσας ὅσαι καθ[ῆκ]ο[ν]
[ἐν τεῖ πρυτανείαι καλῶς καὶ φι]λοτίμως, ἐπιμεμέληντ[αι δὲ]
[καὶ τῆς συλλογῆς τῆς τε βουλ]ῆς καὶ τοῦ δήμου καὶ τῶν ἄλλ[ων]
10 [ἁπάντων ὧν αὐτοῖς προσέ]ταττον οἵ τε νόμοι καὶ τὰ ψηφίσ[μα]-
[τα τοῦ δήμου· ἐπαινέσαι τοὺς] πρυτάνεις τῆς Οἰνεῖδος κα[ὶ]
[στεφανῶσαι {στεφανῶσαι} χρυσῶι] στεφάνωι κατὰ τὸν νόμο[ν]
[εὐσεβείας ἕνεκα τῆς πρὸς τοὺς θεοὺ]ς καὶ φιλοτιμίας [τῆς εἰς]
[τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθην]αίων· ἀνα[γράψαι δὲ τὸ ψή]-
15 [φισμα τόδε τὸν γραμματέα τὸν κατὰ π]ρυτ[ανείαν ἐν στήλει]
[λιθίνει καὶ σ]τῆσα[ι ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀναγρα]-
[φὴν καὶ τὴν] ποίησιν τ[ῆς στήλης μερίσαι τὸν ἐπὶ τεῖ διοική]-
[σει τὸ γενό]μενον ἀνάλω[μα]
col. I.19   ἡ βουλή
20 τὸν ταμίαν
Κάλλιππον
  Ὀῆθεν
col. II.23 ὁ δ[ῆμ]ος
τοὺς πρυ-
25 τάνεις
col. III.26 [ἡ βουλή]
[τὸν γραμμα]-
τέ[α Κάλλιπ]-
   πο[ν Ὀῆθεν]
30 ἐπὶ Προξενίδου ἄρχοντος ἐπὶ τῆς Ἱπποθωντίδος δευτέρα[ς πρυ]-
τανείας ἧι Εὔβουλος Εὐβουλίδ[ο]υ Αἰξωνεὺς ἐγραμμάτευ[εν]·
Μεταγειτνιῶνος δευτέραι ἱσταμένου, πέμπτηι τῆς πρυ[τα]-
νείας· βουλὴ ἐμ βουλευτηρίωι· τῶν προέδρων ἐπεψήφιζεν Νικίας
[Νικ]ίου Πιθεὺς καὶ συμπρόεδροι v ἔδοξεν τεῖ βουλεῖ v Τιμοκλῆς Δι-
35 [ονυσί]ου Ἁγνούσιος εἶπεν· ἐπειδὴ οἱ πρυτάνεις τῆς Οἰνεῖδος καὶ οἱ
[ἀείσιτοι ἐπα]ινέσαντες καὶ στ[ε]φανώσαντες ἀποφαίνουσιν
[τεῖ βουλεῖ τὸν ταμ]ίαν ὃν εἵλοντο [ο]ἱ πρυτάνεις Κάλιππον Ὀῆθεν
[τάς τε θυσίας τεθυκέναι] πάσας τὰς καθηκούσας ἐν τῆι πρυτα-
[νείαι ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δή]μου, ἐπιμεμελῆσθαι δὲ καὶ τῶν
40 [ἄλλων ἁπάντων καλῶς καὶ φιλοτίμως· ἀγαθεῖ τύ]χει δεδόχθαι τεῖ βουλεῖ·
[ἐπαινέσαι τὸν ταμίαν Κάλλιππον] Φιλιστίδο[υ] Ὀῆθεν εὐσεβείας ἕνε-
[κα τῆς] εἰς το[ὺς θεοὺς καὶ φιλοτ]ιμίας τῆς εἰς τοὺ[ς] φυλέτας v
[καὶ το]ὺς ἀεισίτου[ς· ἐπαινέσα]ι δὲ καὶ τὸν γραμματέα Κάλλ̣[ιππ]ον 〚Φ〛 v
[Φι]λιστίδου Ὀῆθεν· ἐπαιν[έσαι δὲ] καὶ τὸν ἱερέα τοῦ ἐπωνύμου Λυσῖ̣%⁸⁰-
45 [νον] Ἀχ̣αρνέα καὶ τὸν γ[ραμματέ]α τῆς βουλῆς καὶ τοῦ δήμου Σώσιππον
[Φ]λ̣υ̣έα καὶ τὸν ὑπο[γραμματέα Π]ρωτομένην Εἰτεαῖον καὶ τὸν κήρυκα
[τῆς] βουλῆς καὶ̣ τ̣[οῦ δήμου Εὐκ]λῆν Βερενεικίδην καὶ τὸν αὐλητὴν Νε-
[οκλ]ῆν Βερενε[ικίδην καὶ στε]φα[νῶ]σαι ἕκαστον αὐτῶν θαλλοῦ στε-
[φά]νωι· ἀνα̣[γράψαι δὲ τόδε τὸ ψήφι]σμα τὸν γρα̣μματέα τὸν κατὰ πρυ-
50 [ταν]εί̣αν [ἐν στήλει λιθίνει καὶ στῆ]σαι ἐν τῶι πρυτανικῶι· εἰς δὲ
[τὴν ἀναγραφὴν καὶ τὴν ποίησιν τῆς] στήλης μερίσαι τὸν ἐπὶ τεῖ
[διοικήσει τὸ γενόμενον ἀνάλωμα].           vacat
col. I.53 [ἡ βουλή]
[τὸν ἱερέα]
55 [Λυσῖνον]
[Ἀχαρνέ]-
   [α]
col. II.58 [ἡ βουλή]
[τὸν γραμ]μα-
60 [τέα τῆς] βου-
[λῆς καὶ] τοῦ
[δήμου] Σώ-
[σιππ]ον
[Φλ]υέα
col. III.65   ἡ βουλή
  τὸν ὑπο-
γραμματέα
Πρωτομένην
  Εἰτεαῖ-
70     ον
col. I.71 [ἡ βουλή]
[τὸν κήρυκα]
[τῆς βουλῆς]
[καὶ τοῦ δή]-
75 [μου Εὐκλῆν]
[Βερενει]-
   [κίδην]
vacat c. 0.15 m.
col. II.78 [ἡ βουλή]
[τὸν αὐ]-
80 [λητὴ]ν̣ Ν̣[εο]-
[κ]λῆν Βε-
   ρενικί-
   δην
vacat c. 0.15 m.
Search Help
Contact Us