[ ] Att. — Athens: Agora — 254/3
See also:
1 ἐπὶ Φιλίνου ἄρχοντος ἐπὶ τῆς Αἰγεῖδος πρώτης πρυτανείας ἧ-
ι Θεότιμος Στρατοκλέους Θοραιεὺς ἐγραμμάτευεν· Ἑκατομ-
βαιῶνος ἑνδεκάτει ἑνδεκάτει τῆς πρυτανείας· ἐκκλησία κυ-
ρία· τῶν προέδρων ἐπεψήφιζεν Ἀρεσίας Λαμπροκλέους Πειρα-
5 ιεὺς καὶ συμπρόεδροι· ἔδοξεν τῶι δήμωι v Λύανδρος Λυσιάδου
Ἀναφλύστιος εἶπεν· περὶ ὧν ἀπαγγέλλουσιν οἱ πρυτάνεις τῆς
Αἰγεῖδος ὑπὲρ τῆς θυσίας ἧς ἔθυον τὰ πρὸ ἐκκλησίας τῶι τε Ἀ-
πόλλωνι τῶι Προστατηρίωι καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλαίαι καὶ τ̣[ο]-
ῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν v ἀγαθεῖ τύχει δεδόχθαι τῶι δ[ή]-
10 μωι τὰ μὲν ἀγαθὰ δέχεσθαι ἅ φασιν γεγονέναι ἐν τοῖς ἱεροῖς [ἐφ’]
ὑγιείαι καὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου 〚— rasura c.12 —〛
〚— — — — — — — — — — — — rasura c.50 — — — — — — — — — — — —〛
[․] v ἐπειδὴ δὲ οἱ πρυτάνεις τῆς Αἰγεῖδος τεθύκασιν ὑπὲρ τῆς
[π]ό̣λεως φιλοτίμως ὅπως ἂν ἔχει καλῶς καὶ εὐσεβῶς τεῖ βουλε[ῖ]
15 [κα]ὶ τῶι δήμωι τὰ πρὸς τοὺς θεούς v ἐπιμεμέληνται δὲ καὶ τῆς
[συλ]λογῆς τοῦ δήμου ἀκολούθως τοῖς νόμοις v ἐπαινέσαι τοὺ-
[ς πρ]υτάνεις τῆς Αἰγεῖδος καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κα-
τ̣ὰ̣ [τ]ὸν νόμον ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τὸν δῆμο-
ν τὸ̣[ν] Ἀ̣θηναίων v ἀναγρά̣ψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέ-
20 α τὸν κ̣[α]τὰ πρυτανείαν̣ ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι πρυ-
τανικῶι· ε̣[ἰς] δὲ τὴν ἀν[α]γ̣ραφὴν τῆς στήλης μερίσαι τὸν ἐπὶ τεῖ
διοικήσει τ̣ὸ̣ γενόμ[εν]ον ἀνάλωμα.
ἔδοξεν τεῖ βουλεῖ· Λυκομήδης Διοχάρου Κον[θ]υλῆ[θε]ν εἶπεν· ἐπ-
ειδὴ ο<ἱ> πρυτάνεις τῆς Αἰγεῖδος ἐπαινέσαντες κα[ὶ στε]φανώ̣σα̣[ν]-
25 τες ἀποφαίνουσιν τεῖ βουλεῖ τὸν ταμίαν τῆς βουλῆς Λ̣[ύανδρον]
Ἀναφλύστιον καὶ τὸν ταμίαν τὸν ἐξ ἑαυτῶν Ἀριστοκλῆν [Ἁλαιέα]
καὶ τὸν γραμματέα Θαλινίδην Ἁλαιέα τὰς τε θυσίας ἁπ[άσας τεθ]-
υκέναι τὰς καθηκούσας ἐν τεῖ πρυτανείαι ὑπὲρ τῆς βουλ̣[ῆς καὶ]
τοῦ δήμου 〚— — — — — — — — rasura c.40 — — — — — — — —〛
30 ἐπιμεμελῆσθαι δὲ καὶ τῶν ἄλλων ἁπάντων καλῶς καὶ φιλοτ̣[ίμως]
ἀγαθεῖ τύχει δεδόχθαι τεῖ βουλεῖ ἐπαινέσαι τὸν ταμίαν [τῆς βο]-
υλῆς Λύανδρον Λυσιάδου Ἀναφλύστιον v καὶ τὸν ἐξ ἑαυτ[ῶν]
Ἀριστοκλῆν Θρασυκλέους Ἁλαιέα v καὶ τὸν γραμματέα Θ[αλινί]-
δην Κνοίθωνος Ἁλαιέα v καὶ τὸν πεφιλοτιμημένον εἰς ἑα̣[υτοὺς]
35 Νίκιππον Αὐτοκλέους ἐκ Κολωνοῦ v ἐπαινέσαι δὲ καὶ τὸν̣ [κήρυκα]
τῆς βουλῆς καὶ τοῦ δήμου Εὐκλῆν Φιλοκλέους Τρινεμε[έα καὶ]
τὸν γραμματέα τοῦ δήμου Δύνατον Κριτοδήμου Πειρ[αιέα καὶ]
τὸν ὑπογραμματέα Νικόμαχον Νίκωνος Γαργήττιον v ἀ[ναγράψ]-
αι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανε̣[ίαν ἐν σ]-
40 τήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀν[αγραφὴν]
τῆς στήλης μερίσαι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον̣ [ἀνάλωμα]
col. I.42  Ἁλαιεῖς
Ἀριστοκλῆς Θρασυκλέου
Θαλινίδης Κνοίθωνος
45 Ἀρχέδημος Διοδώρου
Δ̣ημοφάνης Ἐπιζήλου
[Μ]νησαγόρας Νικομένου
[Ἀ]ριστοκράτης Πυθίππου
Νικοκλῆς Νικύλου
50 Κλειτίας
Μνήσαρχος
  Κολλυτεῖς
Ἀριστίων Πολυκράτου
Ναυκράτης Ναυκλέους
55 Ἐρσιγένης Σίμωνος
Καλλικράτης Πυθοδήλου
 Ἀνκυλεῖς
Εὔαλκος Διοδώρου
  ἐκ Κολωνοῦ
60 Ἀντιφάνης Καλλίου
[Ν]ίκιππος
 Ὀτρυνεῖς
Εὐξίθεος Φιλιστίδου
col. II.64  Ἐρχιεῖς
65 Σμῖκρος Ἀριστίωνος
Μικίων Κηφισοδώρου
Παναίτιος Μικίωνος
Ἀμύντωρ Χαρίνου
Φιλί̣ων Διογείτονος
70 Διοκλῆς Ἀριστοφίλου
Πανταίνετος Ἐπαινέτ
Εὔξενος Εὐξιθέου
Νικόφημος Θεοδώρου
Φειδόστρατος
75 Χαιρέστρατος
  Κυδαντίδαι
Πραξιτέλης Αἰσχέου
  Ἰωνίδαι
Δημέας
80 Φίλιππος
  Τειθράσιοι
Σωφάνης
Εὐχάριστος
Εὐηγέτης
col. III.85  Ἀραφή[νιοι]
Ἀμφιτέλ[ης — — — —]
Ἄρχιππος [— — — —]
  Φηγα[ι]ε̣[ῖς]
Ἀρχέδημο̣ς
90 Καλλιτέ̣λης̣
  ἐγ Μυρριν[ούττης]
Δερκύλος Ἐπι[— — —]
  Πλωθεῖς
Καλλίας Φρυνίχου
95 Λυσαρχίδης
Φιλαίδαι
Μνησίβουλος Μνησ[— —]
Ξενόκριτος Ἀντιγέ[νου]
Τιμοκλῆς
100  Ἑστιαιόθεν
Χαρίας
  Βατεῖς
Εὐφίλητος Πυθ[— — —]
 Ἐρικεεῖς
105 Δημοσθένης
Ἀντίδωρος
Search Help
Contact Us