| 1 | ἐπὶ Φιλίνου ἄρχοντος ἐπὶ τῆς Αἰγεῖδος πρώτης πρυτανείας ἧ- |
| ι Θεότιμος Στρατοκλέους Θοραιεὺς ἐγραμμάτευεν· Ἑκατομ- | |
| βαιῶνος ἑνδεκάτει ἑνδεκάτει τῆς πρυτανείας· ἐκκλησία κυ- | |
| ρία· τῶν προέδρων ἐπεψήφιζεν Ἀρεσίας Λαμπροκλέους Πειρα- | |
| 5 | ιεὺς καὶ συμπρόεδροι· ἔδοξεν τῶι δήμωι v Λύανδρος Λυσιάδου |
| Ἀναφλύστιος εἶπεν· περὶ ὧν ἀπαγγέλλουσιν οἱ πρυτάνεις τῆς | |
| Αἰγεῖδος ὑπὲρ τῆς θυσίας ἧς ἔθυον τὰ πρὸ ἐκκλησίας τῶι τε Ἀ- | |
| πόλλωνι τῶι Προστατηρίωι καὶ τεῖ Ἀρτέμιδι τεῖ Βουλαίαι καὶ τ̣[ο]- | |
| ῖς ἄλλοις θεοῖς οἷς πάτριον ἦν v ἀγαθεῖ τύχει δεδόχθαι τῶι δ[ή]- | |
| 10 | μωι τὰ μὲν ἀγαθὰ δέχεσθαι ἅ φασιν γεγονέναι ἐν τοῖς ἱεροῖς [ἐφ’] |
| ὑγιείαι καὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου 〚— rasura c.12 —〛 | |
| 〚— — — — — — — — — — — — rasura c.50 — — — — — — — — — — — —〛 | |
| [․] v ἐπειδὴ δὲ οἱ πρυτάνεις τῆς Αἰγεῖδος τεθύκασιν ὑπὲρ τῆς | |
| [π]ό̣λεως φιλοτίμως ὅπως ἂν ἔχει καλῶς καὶ εὐσεβῶς τεῖ βουλε[ῖ] | |
| 15 | [κα]ὶ τῶι δήμωι τὰ πρὸς τοὺς θεούς v ἐπιμεμέληνται δὲ καὶ τῆς |
| [συλ]λογῆς τοῦ δήμου ἀκολούθως τοῖς νόμοις v ἐπαινέσαι τοὺ- | |
| [ς πρ]υτάνεις τῆς Αἰγεῖδος καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κα- | |
| τ̣ὰ̣ [τ]ὸν νόμον ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τὸν δῆμο- | |
| ν τὸ̣[ν] Ἀ̣θηναίων v ἀναγρά̣ψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέ- | |
| 20 | α τὸν κ̣[α]τὰ πρυτανείαν̣ ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι πρυ- |
| τανικῶι· ε̣[ἰς] δὲ τὴν ἀν[α]γ̣ραφὴν τῆς στήλης μερίσαι τὸν ἐπὶ τεῖ | |
| διοικήσει τ̣ὸ̣ γενόμ[εν]ον ἀνάλωμα. | |
| ἔδοξεν τεῖ βουλεῖ· Λυκομήδης Διοχάρου Κον[θ]υλῆ[θε]ν εἶπεν· ἐπ- | |
| ειδὴ ο<ἱ> πρυτάνεις τῆς Αἰγεῖδος ἐπαινέσαντες κα[ὶ στε]φανώ̣σα̣[ν]- | |
| 25 | τες ἀποφαίνουσιν τεῖ βουλεῖ τὸν ταμίαν τῆς βουλῆς Λ̣[ύανδρον] |
| Ἀναφλύστιον καὶ τὸν ταμίαν τὸν ἐξ ἑαυτῶν Ἀριστοκλῆν [Ἁλαιέα] | |
| καὶ τὸν γραμματέα Θαλινίδην Ἁλαιέα τὰς τε θυσίας ἁπ[άσας τεθ]- | |
| υκέναι τὰς καθηκούσας ἐν τεῖ πρυτανείαι ὑπὲρ τῆς βουλ̣[ῆς καὶ] | |
| τοῦ δήμου 〚— — — — — — — — rasura c.40 — — — — — — — —〛 | |
| 30 | ἐπιμεμελῆσθαι δὲ καὶ τῶν ἄλλων ἁπάντων καλῶς καὶ φιλοτ̣[ίμως] |
| ἀγαθεῖ τύχει δεδόχθαι τεῖ βουλεῖ ἐπαινέσαι τὸν ταμίαν [τῆς βο]- | |
| υλῆς Λύανδρον Λυσιάδου Ἀναφλύστιον v καὶ τὸν ἐξ ἑαυτ[ῶν] | |
| Ἀριστοκλῆν Θρασυκλέους Ἁλαιέα v καὶ τὸν γραμματέα Θ[αλινί]- | |
| δην Κνοίθωνος Ἁλαιέα v καὶ τὸν πεφιλοτιμημένον εἰς ἑα̣[υτοὺς] | |
| 35 | Νίκιππον Αὐτοκλέους ἐκ Κολωνοῦ v ἐπαινέσαι δὲ καὶ τὸν̣ [κήρυκα] |
| τῆς βουλῆς καὶ τοῦ δήμου Εὐκλῆν Φιλοκλέους Τρινεμε[έα καὶ] | |
| τὸν γραμματέα τοῦ δήμου Δύνατον Κριτοδήμου Πειρ[αιέα καὶ] | |
| τὸν ὑπογραμματέα Νικόμαχον Νίκωνος Γαργήττιον v ἀ[ναγράψ]- | |
| αι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανε̣[ίαν ἐν σ]- | |
| 40 | τήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι πρυτανικῶι· εἰς δὲ τὴν ἀν[αγραφὴν] |
| τῆς στήλης μερίσαι τὸν ἐπὶ τεῖ διοικήσει τὸ γενόμενον̣ [ἀνάλωμα] | |
| col. I.42 | Ἁλαιεῖς |
| Ἀριστοκλῆς Θρασυκλέου | |
| Θαλινίδης Κνοίθωνος | |
| 45 | Ἀρχέδημος Διοδώρου |
| Δ̣ημοφάνης Ἐπιζήλου | |
| [Μ]νησαγόρας Νικομένου | |
| [Ἀ]ριστοκράτης Πυθίππου | |
| Νικοκλῆς Νικύλου | |
| 50 | Κλειτίας |
| Μνήσαρχος | |
| Κολλυτεῖς | |
| Ἀριστίων Πολυκράτου | |
| Ναυκράτης Ναυκλέους | |
| 55 | Ἐρσιγένης Σίμωνος |
| Καλλικράτης Πυθοδήλου | |
| Ἀνκυλεῖς | |
| Εὔαλκος Διοδώρου | |
| ἐκ Κολωνοῦ | |
| 60 | Ἀντιφάνης Καλλίου |
| [Ν]ίκιππος | |
| Ὀτρυνεῖς | |
| Εὐξίθεος Φιλιστίδου | |
| col. II.64 | Ἐρχιεῖς |
| 65 | Σμῖκρος Ἀριστίωνος |
| Μικίων Κηφισοδώρου | |
| Παναίτιος Μικίωνος | |
| Ἀμύντωρ Χαρίνου | |
| Φιλί̣ων Διογείτονος | |
| 70 | Διοκλῆς Ἀριστοφίλου |
| Πανταίνετος Ἐπαινέτ | |
| Εὔξενος Εὐξιθέου | |
| Νικόφημος Θεοδώρου | |
| Φειδόστρατος | |
| 75 | Χαιρέστρατος |
| Κυδαντίδαι | |
| Πραξιτέλης Αἰσχέου | |
| Ἰωνίδαι | |
| Δημέας | |
| 80 | Φίλιππος |
| Τειθράσιοι | |
| Σωφάνης | |
| Εὐχάριστος | |
| Εὐηγέτης | |
| col. III.85 | Ἀραφή[νιοι] |
| Ἀμφιτέλ[ης — — — —] | |
| Ἄρχιππος [— — — —] | |
| Φηγα[ι]ε̣[ῖς] | |
| Ἀρχέδημο̣ς | |
| 90 | Καλλιτέ̣λης̣ |
| ἐγ Μυρριν[ούττης] | |
| Δερκύλος Ἐπι[— — —] | |
| Πλωθεῖς | |
| Καλλίας Φρυνίχου | |
| 95 | Λυσαρχίδης |
| Φιλαίδαι | |
| Μνησίβουλος Μνησ[— —] | |
| Ξενόκριτος Ἀντιγέ[νου] | |
| Τιμοκλῆς | |
| 100 | Ἑστιαιόθεν |
| Χαρίας | |
| Βατεῖς | |
| Εὐφίλητος Πυθ[— — —] | |
| Ἐρικεεῖς | |
| 105 | Δημοσθένης |
| Ἀντίδωρος |
Agora XV
89