[ ] Att. — Athens: Agora — 256/5 — IG II² 678
                      lacuna
1 [— — — — — — ἐπειδὴ οἱ πρυτάνεις τῆς Αἰγεῖδος] ἐ̣π̣α̣ιν̣έ̣σαν̣τ̣ε̣[ς καὶ]
[στεφανώσαντες τὸν ταμίαν ὃν εἵλοντο ἐξ ἑαυτῶ]ν ἀποφαίνουσιν εἰς τὴν βο[υ]-
[λὴν τὰς θυσίας τεθυκέναι ἁπάσας] ὅσαι καθ[ῆ]κ[ο]ν ἐν τῆ[ι] πρυτανεία[ι ὑπέρ τε]
[τῶ]ν φυλετῶν καὶ [τῆς βουλῆς καὶ τοῦ δήμου· ἀγ]αθῆι τύχει δεδόχθαι τῆι βουλεῖ ἐ-
5 [π]αινέ[σαι] τὸν ταμίαν Νικοκράτην Δίωνος [γ]κυλῆθεν καὶ τὸν γραμματέ[α][ν]-
τι[σθ]ένην Ὀνη[σ]ιφῶντος Τειθράσιον εὐσεβείας ἕνεκα τῆ[ς] π[ρὸ]ς [το]ὺς θεο[ὺ]ς [καὶ]
φιλοτιμίας τῆς εἰς τοὺς φυλέτας· ἐπαινέσαι δὲ καὶ ἐκ τῶν φυλετῶν Καλλι[κρά]-
την Κ[ολλ]υτέα· ἐπαινέσαι δὲ καὶ τὸν κήρυκα τῆς βουλῆς καὶ τοῦ δήμου Εὐκλῆ[ν]
Φιλοκλέους Τρινεμειᾶ.   vacat
10 ἐπὶ τῆς δω[δεκ]άτης πρυτανείας· [Σῖ?]μος Ἐπικράτου Αἰθαλίδης εἶ[π]ε[ν· ἐπ]ε[ι]δὴ Ν[ι]κο[κ]ρά-
της βουλεύειν λαχὼν τ[ὸ]ν ἐν[ι]αυτὸν τὸ[ν]  ἐ[π’ Ε]ὐβούλου ἄρ[χ]οντος διατετέλεκεν
λέγων καὶ πράττων ἀγαθ[ὸ]ν ὅ τι ἠδύνατο ὑ[π][ρ] τῆς βουλῆς καὶ τοῦ δήμου, καὶ τα-
μίας αἱρεθεὶς ὑπὸ τῆς βουλῆς εἴς τε τὰς θυσίας τοῖς ἱε̣[ροῖς τὸν πόρον ἅπα]-
σιν μεμέρικεν τοῖς ἱεροποιοῖς, καὶ αὐτὸς συνεπιμε[μέ]λ[η]τα[ι] θ[υ]σιάζων πά-
15 σας τὰς θυσίας, ἔθυσεν δ̣[ὲ] καὶ ἐ[κ] τῶν ἰδίων καὶ πεφιλοτίμη[τ]αι εἰς τὴν βουλὴν
καὶ ὑπὲρ πάντων [ὧν ὠ]ικ[ο]νόμηκεν ἀπολελόγισται τῆι βουλεῖ ὀρθῶς καὶ δικαίως,
ἀγαθῆι τύχει δεδόχθαι τῆι βουλεῖ ἐπαινέσαι Νικοκράτην Δίωνος Ἀγκυλῆθεν εὐ-
σεβείας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ φιλοτιμίας τῆς εἰς τὴν β̣ουλήν.
col. I.19 Ἀγκυλεῖς
20 Νικοκράτης Δίωνος
  Τειθράσιο[ι]
Ἀντισθένης Ὀνησιφῶντος
Πολ[ύ]στρατος Δορκέως
Θεόπομπος Εὐθύφρονος
25 Ἀμ̣ε[ι]νοτέλης Ἀντιδώρου
 Ἐρχιεῖς
Καλλίστρατος Τελεσί[ν]ου
Εὔξενος Εὐξ[ι]θέου
Ἐπιγένης Ἐπαμ[ε]ίνο[νο]ς
30 Παναίτιος Φίλωνος
Σωκλῆς Ἀ[ρ]ιστοφίλου
Εὔβιος Εὐπολέμου
Σόλων Ἀθην[ο]δώρου
Ἀμφικλῆς Πυθοδώρου
35 Λυσικράτης Εὐφιλήτου
Εὐφίλητος Λυσικράτου
 Ὀτρυνεῖς
Φιλιστίδης Διοδώρου
col. II.39  Ἁλαιεῖς
40 Εὐθύμαχος Εὐθυκράτου
Μνησίλοχος Μνασίππου
Πεδιοκλῆς Σμικύθου
Μνήσαρχος Μνησαρχίδου
Ἀθήνιππος Ἀθηνίππου
45 Ἐπιχαρίδης Λυσ[— — —]
Μνησαγόρας Νι<κομένου>
Πολύ[ζη]λος Κλεινίππου
[Κο]λλυτεῖς
Καλλικράτης [Π]υθοδήλου
50 Κλείτης Νίκωνος
Δίων Δίωνος
Ἀριστ<ί>ων Πολυκράτου
[Φηγ]α[ι]εῖς
Χαι[ρ]έστ[ρ]ατος Πολυε[ύ]κτου
55 Ἀντιφῶν Πολυε[ύ]κτου
[ντ]ικράτης Ἀ[ντ]ικλέους
  Φιλα[ί]δαι
Μέναιχμος Ἀριστ[ί]ου
Διότιμος Μελανθίου
60 Εὐαίτης Δ[ε]ινίου
col. III.61  Ἰωνίδαι
Δημοσθένης Σατύρου
  Πλωθεῖς
Νίκων Θεοδώρου
65 Περία[ν]δρος Λυσίου
  ἐκ Κολωνοῦ
  illegible?
Λυσι[κλ]ῆς Λυσικλέους
 Ἑστιαιόθεν
70 Ἀρχίας Κρίτωνος
[Κυ]δαντίδ[αι]
Δημοκλῆς Δημοκλέου
 Ἐρικεεῖς
Ἀντίδωρος Διοκλέου
75 Ἀγα[θ]οκλῆς Ἀριστοφάνου
 Ἀραφήνιοι
Κάλλιππος Ἀντάνδρου
Καλλισθένης Φανομάχου
 ἐγ Μυρρινούτ[τ]ης
80 Ἀκάδημος Νεοκλέου
col. I.81 οἱ φυλέται
τὸν ταμίαν
Νικοκράτην
col. II.84    ὁ δῆμος
85 τοὺς πρυτάνεις
col. III.86 οἱ ἀίσιτ[ο]ι
τὸν ταμίαν
Νικοκράτην
col. II.89 οἱ φυλέται
90 Καλλικράτην
Κολλυτέα
col. I.92   οἱ φυλέται
τὸν γραμματέα
 Ἀν[τι]σθένην
col. II.95     οἱ φυλέται
    τὸν κήρυκα
       Εὐκλῆν
τ[ὸ]ν ὑπογραμματέα
    [Ἐ]<π>ικλῆν
col. III.100     οἱ φυλέται
τὸν γραμ[μ]ατέα
     τοῦ δήμου
   Νεοπτόλεμον
Search Help
Contact Us