[ ] Att. — Athens: Agora — 273/2 — IG II² 674
1 [ἐ]πὶ Γλαυκίππου ἄρχοντος ἐπὶ τῆς Ἀντιοχίδος τετάρτης πρυτανείας ἧι Εὔθ[οινος — —]-
ρίτου Μυρρινούσιος ἐγραμμάτευεν· Πυανοψιῶνος δευτέραι μετ’ εἰκά[δας· ἐκκλησία]·
τῶν προέδρων ἐπεψήφιζεν Ἡ[γ]ησίλοχος Κηφισοδότου Πειραιεὺς καὶ συμ[πρόεδροι]·
ἔδοξεν τῶι δήμωι· Εὐθύμαχος Εὐ[θ]ίππου Ξυπεταιὼν εἶπεν· περὶ ὧν ἀπα[γγέλλου]-
5 σιν οἱ πρυτάνεις τῆς Ἀντιοχίδος ὑπὲρ τῶν ἱερῶν ὧν ἔθυον τά τε πρὸ [τῶν ἐκκλη]-
σιῶν τῶι Ἀπόλλωνι τῶι Προστατηρίωι καὶ τοῖς ἄλλοις θεοῖς οἷς πάτ[ριον ἦν, ἔθ]-
υσαν δὲ καὶ τὰ Στήνια παρ’ α[ὑ]τῶν τεῖ Δήμητρι καὶ τεῖ Κόρει ὑπὲρ τ[ῆς βουλῆ]-
ς καὶ τοῦ δήμου, τύχει ἀγαθεῖ δεδόχθαι τῶι δήμωι vvvvv τὰ μὲν [ἀγαθὰ δέ]-
χεσθαι ἅ φασιν γεγονέναι ἐν τοῖς ἱεροῖς οἷς ἔθυον ἐπὶ ὑγιείαι καὶ σω[τηρίαι τῆ]-
10 ς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν ἄλλων ἁπάντων ὅσοι [εἰσὶν εὔν]-
ους τῶι δήμωι· ἐπειδὴ δὲ οἱ πρυτάνεις τάς τε θυσίας τὰς καθηκούσας [ἔθυσα]-
ν καλῶς καὶ φιλοτίμως καὶ τῶν ἄλλων ἁπάντων ἐπιμεμέλην[ται ὧν αὐτοῖς]
οἵ τε νόμοι προσέταττον καὶ τὰ ψηφίσματα τοῦ δήμου, ἐπαινέσαι [τοὺς πρυτ]-
άνεις τῆς Ἀντιοχίδος καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν [νόμον εὐ]-
15 [σ]ε[β]ε[ί]ας ἕνεκα τῆς πρὸς τοὺς θεοὺς καὶ φιλοτιμίας τῆς πρὸς τὸν δ[ῆμον τὸν]
Ἀθηναίων· ὅπως ἂν δὲ καὶ τὰ Χαλκεῖα θύσωσιν τῆ<ι> Ἀθηνᾶι τεῖ Ἀρχη[γέτιδι τ]-
ῆς πόλεως καὶ ἔχει καλῶς καὶ εὐσεβῶς τῆι βουλεῖ καὶ τῶι δήμωι τὰ π[ρὸς τοὺς]
[θεούς], διαχειροτονῆσαι τὸν δῆμον ὁπόσον δεῖ αὐτοῖς μερίσαι εἰς τὴ[ν διοίκησ]-
[ιν τῆς θυσίας]· ὅ τι δ’ ἂν διαχειροτονοῦντι τῶι δήμωι δόξει μερίσαι τὸ[ν ταμίαν]
20 [τῶν στρατιωτικῶν] καὶ τοὺς ἐπὶ τῆι διοικήσει· πόρον δὲ ὑπάρχειν ἐ[κ τῶν εἰς τὰ]
[ψηφίσματα ἀναλισκ]ομένων ὑπὸ τῆς βουλῆς· ἀναγράψαι δὲ τόδε τ[ὸ ψήφισμα]
[τὸν γραμματέα τὸν κατὰ πρυτ]ανείαν εἰς στήλην λιθίνην καὶ σ[τῆσαι ἐν τῶι]
[πρυτανικῶι· εἰς δὲ τὴν ἀναγρα]φὴν τῆς στήλης μερίσαι [τ]οὺς ἐπ[ὶ τῆι διοική]-
[σει τὸ γενόμενον ἀνάλωμα].
col. I.24a col. I lost
 lacuna
25 [Ἀναφλύστιοι]
 lacuna
col. II.26 [— — —]ρος Ἀπολλοδώρ
[Ἐπικράτη]ς Ἀλεξιάδου
[— — — — —]ους
 lacuna
30 [Παλληνεῖς]
 lacuna
col. III.30 Θουχάρης Καλ[— — —]
Φιλέας Φιλομβρό[του]
Λυ̣σ̣ιφάνης Ἰσο[— — —]
 lacuna
Search Help
Contact Us