[ ] Oropia — Oropos — 328/7 a.
See also:
col. I-II.1 οἵδε ἐπέδοσαν εἰς τὸ ἀνάθημα ὃ ἀνέθηκεν
ἡ βουλὴ ἡ ἐπ’ Εὐθυκρίτου ἄρχοντος
                         βουλευταί
col. I.4 Φιλόστρατος Ἀχαρνε
5 Εὐθυκράτης Ἀφιδ〚γ〛ναῖ {²⁶Ἀφιδναῖ(ος)}²⁶
Χαιρέστρατος Ῥαμνού
Οὐλίας Στειριεύ
[Φ]άλανθος ἐκ Κερα
Εὐκράτης Λαμπ<τ>ρεύ
10 Λυκο<ῦ>ργος Μελιτε
Καλλισθένης Τρινεμ
Εὐετίων Σφήττιο
Ἔνπεδος Οἰῆθε
Θεοκρίνης Ὑβάδης
15 Φιλοκράτης Αἰξωνεύ
Πρωτοκλῆς Κηφισιεύ
Βοῦλις Θοραιεύ
col. II.24 Δημήτριος Ἀφ<ι>δναῖο
25 Ἀμεινίας Ἀγρυλῆθε
Ἀντίδοτος Συπαλήττι
 Θεόδωρος Παλληνεύ
Ἐπιγήθης Ἐροιάδη
 Νίκανδρος Μαραθώνι
30  Λυσίθεος Εὐ<ω>νυμ
ταμίας
 Σωτι<ά>δης Ἀχαρνεύ
γραμματεύς
 Σωκράτης Παιονίδ
35  Πυθόδηλος Ἁγνούσιο
col. I.18   οἵδε ἐκ τῶν ἄλλων ἐπέδοσαν
Φανόδημος Θυμαιτά
20 Δημ<ά>δης Παιανιεύ
Πολύε̣υ̣κτος Σφήττιο
Εὔ[— c.6 — Κ]ολλυτε
[Κηφισ]ο̣[φ]ῶν Χολαρ̣γ̣ε
col. II.36 Ἀριστείδης Ἕρμ[ειος]
Φείδιππος Μ[υρρινούσιος]
Καλλιτέλη[ς — — —]
Καλλικ[— — — —]
40 Ἀριστίω[ν — — —]
40a                  vacat 0.022 m.
41 Καλλισθένης Χαρ<ο>πίδου Τρινεμεὺς [εἶπεν]·
[ἐ]πειδὴ Εὐθυκράτης Ἀφιδ[ν]αῖος καὶ Φιλ[όστρατος]
[Ἀ]χαρνεὺς καὶ Χαιρέστρατος Ῥαμνούσι[ος ἀεὶ]
[δ]ιατελοῦσιν φιλοτιμούμε<ν>οι πρὸς τὴν βο[υλὴν]
45 [κ]αὶ τοῦ <ἀ>ναθήματος τοῦ ἐν Ἀνφιαράου τῆ[ι βου]-
[λ]εῖ συνεπεμελήθησαν καλῶς καὶ φιλοτίμω[ς]
[δ]εδόχθαι τῆι βουλεῖ ἐπαινέσαι Εὐθυκράτη[ν]
Δρακοντί<δ>ου Ἀφι<δ>ναῖον, Φιλόστρατον Φιλίνο[υ]
Ἀχαρνέα, Χαιρέστρατον Χαιρεδήμου Ῥαμνού-
50 σιον, καὶ στεφανῶσαι ἕκαστον αὐτῶν χρυσῶι
στεφάνωι ἀπὸ ∶𐅅∶ δραχμῶν ἐπὰν τὰς εὐθύνας
δῶσιν ὅπως ἂν καὶ οἱ ἄλλοι φιλοτιμῶνται πρὸς
τὴν βουλὴν εἰδότες ὅτι χάριτας αὐτοῖς ἡ βουλὴ
ἀπο[δ]ώσει τὰς ἀξίας ἑκάστωι ὧν ἂν εὐ<ε>ργετή-
55 σωσιν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμ-
ματέα τῆς βουλῆς ἐν στήλει λιθίνει καὶ στῆσ[αι]
ἐν τῶι ἱερῶι τοῦ Ἀμφιαράου. vacat
Search Help
Contact Us