[ ] Att. — Athens: Agora — 343/2 a. — IG II² 223
face A front.1 ἡ βουλὴ ἡ ἐπὶ Πυθοδότου [ἄρχοντος] ἀν[έ]θ[ηκεν]
Ἡφαίστωι στεφανωθεῖσ[α ὑπὸ] τοῦ δήμου
    ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης.
Δεινόστρατος Δεινιάδου Ἀγκυλῆθεν εἶπεν· ἐπειδὴ ἡ βουλὴ ἡ ἐπὶ Πυθοδότου ἄρχοντος, ψηφισαμένη κρίσιν ποιῆσαι τῶν λεγόντων ἐν τεῖ βουλῆι ἐπὶ τῆς ἐνάτης πρυτ[α]-
5 νείας καὶ τιμῆσαι ὃς ἂν δοκεῖ αὐτεῖ ἄριστα λέγων καὶ πράττων καὶ ἀδωροδοκήτως ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου τοῦ Ἀθηναίων διατετελεκέναι τὸν ἐνιαυτόν, ἔκρινεν διαχειροτο[νή]-
σασα περὶ τούτων ἡ βουλὴ Φανόδημον Διύλλου Θυμαιτάδην, δεδόχθαι τῆι βουλῆι, ἀγαθῆι τυχῆι τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῆς βουλῆς ἐπαινέσαι Φανόδημον Διύλλου Θυμαιτάδ[ην]
A)RETH=S E(/NEKA KAI\ DIKAIOSU/NHS TH=S EI)S TH\N BOULH\N KAI\ TO\N DH=MON TO\N *)AQHNAI/WN KAI\ STEFANW=SAI A)PO\ #52#66#52 DRAXMW=N, TO\ DE\ A)RGU/RION EI)=NAI TO\ EI)S
τὸν [στέ]φανον ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἀναλισκομένων τεῖ βουλεῖ. ἀναγ[ρ]άψαι δὲ καὶ ἐπὶ τὸ ἀνάθημα τῆς βουλῆς τόδε τὸ ψήφισμα τοὺς αἱρεθέντας ποήσασθαι τὸ ἀνάθημα. ὅπως δ’ ἂν καὶ ὁ
δῆμος εἰδὼς τὰ ἐψηφισμένα τῆι βουλῆι περὶ Φανοδήμου τιμήσει καὶ αὐτὸς [κ]αὶ στεφανώσει, ἐὰν δοκεῖ τῶι δήμωι καθάπερ τῆι βουλῆι, τοὺς προέδρους οἳ ἂν λάχωσιν προεδρεύειν ἐν
10 τῶι δήμωι εἰς τὴν πρώτην ἐκκλησίαν χρηματίσαι περὶ Φανοδήμου, καὶ ἀναγ[νῶ]ναι τόδε τὸ ψήφισμα τὸγ γραμματέα τῶι δήμωι, γνώμην δὲ ξυνβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δ[ῆ]-
MON O(/TI DOKEI= TH=I BOULH=I, E)PEIDH\ *FANO/DHMOS *DIU/LLOU *QUMAITA/DHS KAL[W=S K]AI\ F[I]LOTI/MWS KAI\ A)DWRODOKH/TWS BEBOU/LEUKEN LE/GWN KAI\ PRA/TTWN TA\ A)/RISTA U(PE\R TH=S BOULH=S KAI\
τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν συμμάχων, ἐπαινέσαι αὐτὸν ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς τὴν βουλὴν καὶ τὸν δῆμον τὸν Ἀθηναίων [καὶ τοὺς συμμ]άχους καὶ στεφαν[ῶ]-
σαι χρυσῶι στεφάνωι ἀπὸ ∶Χ∶ δραχμῶν ἐπειδὰν τὰς εὐθύνας δῶι· τὸ δὲ ἀργύριον εἶναι τὸ εἰς τὸν στέφανον ὁπόθεν ἂν τῶι δήμωι δοκε͂ι. ὅπως ἂν [οὖν καὶ οἱ ἄλλοι ἅπαν]τες εἰδῶσι ὅ[τι]
ὁ δῆμος καὶ ἡ βουλὴ ἐπίσταται χάριτας ἀποδιδόναι τοῖς ἀεὶ λέγουσιν καὶ πράττου[σιν τὰ βέλτισ]τα ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου, [ἀναγράψαι τόδε τὸ ψήφισ]μα τὸν γράμμα-
15 [τέα] τὸν κατὰ πρυτανείαν ἐν στήληι λι[θίνη]ι καὶ στῆσαι ἐν ἀκροπόλει, εἰς δὲ τὴν ἀνα[γραφὴν τῆς στ]ήλης δοῦναι τὸν ταμίαν τοῦ δήμου Δ[— — δραχμὰς ἐκ τῶν κατὰ ψηφί]σματα
[ἀναλισκομ]ένων [τῶι δήμωι].
face B left.1 [Φα]νό[δημος Δι]ύλλου Θυμαιτάδης εἶπεν· — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —
— ανα — — — ον ἑλέσθαι τὴν βολὴν αὐτίκ[α μάλα — — — — — — — — — — — — — — — — — — — — —]Λ̣#⁷Λ̣․․Λ̣ — —
— — — — — σ̣τον καθότι ἂν αὐτοῖς δοκῆι ἄρισ[τ — — — — — — — — — — — — — — — — — — — — —] ἀναθεῖναι τό τε ἄγα-
[λμα — — τῶι Ἡφαίστωι κ]αὶ τῆι Ἀθηνᾶι τῆι Ἡφαιστίαι· ἐπιγρ[άψαι δὲ τὸ ψήφισμα τόδε καὶ τοὺς βουλ]ευτὰς πάτροθεν καὶ τοῦ δήμ-
5 [ου καὶ ὅτι ἔθυσαν] ἐφ’ ὑ̣γ̣ι̣[εί]αι καὶ σωτηρίαι τῆς βουλῆς καὶ τοῦ δήμου [τοῦ Ἀθηναίων. ἐπιγράψαι δὲ καὶ τὸ ψήφισ]μα καθ’ ὃ ἐστεφανώθη ἡ βουλὴ
[ὑπὸ τοῦ δήμου ἐν] τῆι ἐν Διονύσου ἐκκλησίαι δόξασα καλῶς ἐπιμε[μελῆσθαι τῆς εὐκοσμίας τῆς περὶ] τὴν ἑορτὴν τοῦ Διονύσου το[ῦ]
6a — — — — — — — — — — — — — vacat
                                       vacat 0.028
7 [Κηφι]σοφῶ[ν] Καλλιβίου Παιανιεὺς εἶπεν· ἐπειδὴ ἡ βουλὴ ἡ ἐ[πὶ Πυθοδ]ότο[υ ἄρχ]οντος καλῶς καὶ δικαίως ἐπε-
[μελή]θη [τ]ῆς εὐκοσμίας τοῦ θεάτρου, ἐπαινέσαι αὐτὴν καὶ στεφα[νῶ]σαι χρυσῶι [στεφ]άνωι ἀπὸ ∶𐅅∶ δραχμῶν· δοῦναι δὲ αὐτ[ί]-
[κα εἰς] θυσίαν 𐅃̣ δραχμὰς τοὺς ταμίας οὓς εἴρηται ἐκ τοῦ νόμου τοῖς δ[ό]ξασιν ἄριστα τῶν βουλευτῶν ἐπιμεμελῆσθαι τῆς εὐκοσ[μίας].
10                                            vacat 0.13
[․․6․․․ω]ν Ἀντικράτους Παμβωτάδης εἶπεν· τύχηι ἀγαθῆι, ἐψήφισθαι τῆι βουλῆι, ἐπειδὴ Εὔδοξος Θεαγ[γέλου]
[Συπαλ]ήττιος καλῶς καὶ δικαίως ἐπεμελήθη τῆς διοικήσεως ὑπὸ τῆς βουλῆς ἐφ’ ἣν εἱρέθη καὶ τῆς ἄλλη[ς εὐ]-
[κοσμί]ας τῆς βουλῆς μετὰ τῶν πρυτανέων τῶν ἀεὶ πρυτανευόντων, ἐπαινέσαι αὐτὸν καὶ στεφανῶσαι χρυ-
[σῶι στεφα]νωι ἀπὸ ∶𐅅∶ δραχμῶν, ἐπειδὰν τὰς εὐθύνας δῶι· ὅπ[ως] δ’ ἂν ποηθῆι ὁ στέφανος καὶ ἦι φανερὰ ἡ δωρεὰ ἡ πα[ρὰ]
[τῆς βουλῆ]ς, ἑλέσθαι πέντε ἄνδρας τὴν βουλὴν αὐτίκα μάλα, οἵτινες ποήσονται τὸν στέφανον· τοὺς δὲ ταμί-
15 [ας δοῦναι τ]ὸ ἀργύριον ἐκ τῶν κατὰ ψηφίσματα ἀνα[λισκο]μένων τῆι βουλῆι. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα
[ἐπὶ τὸ ἀνά]θημα τῆς βουλῆς τῆς ἐπὶ Πυθοδότο[υ ἄρχ]οντος. vacat
face C right.1                     [γραμματ]ε[ὺ]ς κατὰ π[ρυτα]νείαν·
                       Κλεόστρατος Τιμοσθένους Αἰγιλιεύς
                     ἐπὶ τὰ ψηφίσματα·
                       Δημόφιλος Πανταλέοντος Ἀγρυλῆθεν
5                      ἐπὶ τὸ θεωρικόν·
                       Κηφισοφῶν Κεφαλίωνος Ἀφιδναῖος
                     βουλῆς ταμίαι·
                      Ἀντικλῆς Ἀριστοκράτους Κυδαθηναιεύς
                       Δρομοκλείδης Θρασυμήδους Ἁγνούσιος
10 Βράχυλλος Βαθύλλου Ἐρχιεὺς εἶπεν· ἐπειδὴ Εὔδοξ̣ος καλῶς καὶ δικαίως ἐπεμελήθη ὧν αὐτῶι ἡ βουλὴ προσ[έταξεν]
τῆς τε διοικήσεως τῆι βουλῆι καὶ τῆς εὐκοσμίας μετὰ τῶν πρυτάνεων τῶν ἀεὶ πρυτανευόντων καὶ διετ[έλεσεν τὰ]
βέλτιστα συμβουλεύων, [δ]εδόχθαι τῆι βουλῆι ἐπαινέσαι Εὔδοξον Θεαγγέλου Συπαλήττιον ἀρετῆς ἕ[νεκα καὶ δικαι]-
οσύνης τῆς εἰς τὴν βουλὴν καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ ∶𐅅∶ δραχμῶν ἐπειδὰν τὰς εὐ[θύνας δῶι· τὸ δὲ ἀρ]-
γύριον εἶναι εἰς τὸν στέφανον πα̣ρ’ [ἑκ]άστου τῶν βουλευτῶν. εἶνα[ι δ’] αὐτῶι καὶ παρὰ τοῦ δ[ήμο]υ [εὑρέσθαι ἀγαθὸν ὅτι ἂν]
15 [δ]ύνηται. ἀναγράψαι δὲ τόδε τὸ ψή[φισμα ἐπὶ τὸ] ἀνάθημα τῆς βουλῆ[ς τῆς ἐπὶ Πυθοδ]ότου ἄρχοντος· [εἰ]ς [δὲ τὴν ἀναγραφὴν καὶ τὴν]
[πο]ί̣η̣σιν τ[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
                      [— — — — — — — — — — — — — — — — — — — —]
                                        lacuna
Search Help
Contact Us