[ ]
Att. — Cape Zoster — end 4th c. BC
| 1 | ἔδοξεν Ἁλαιεῦσιν, Ἁγνόθεος Ἐκφαντίδου εἶπεν· ἐπειδὴ Πολύστρ[ατος] |
| ἱερεὺς γενόμενος τοῦ Ἀπόλλωνος τοῦ Ζωστῆρος καλῶς καὶ ε[ὐ]σεβῶς | |
| καὶ ἀξίως τοῦ θεοῦ ἐξάγει τὴν ἱερεωσύνην, καὶ [λί]αν φιλοτίμ[ω]ς [ἐπ]ε- | |
| σκεύακεν τὸ ἱερόν, καὶ τὰ ἀγάλματα κεκόσμηκεν μετὰ τῶν αἱρεθέντων | |
| 5 | ἐκ τῶν δημοτῶν, ἐπεμελήθη δὲ καὶ τῆς θυσίας τῶν Ζωστηρίων κατὰ τὰ |
| πάτρια, καὶ λόγους τῆς ἐπιμελείας ἔδωκεν τοῖς δημόταις, ὑπὲρ τούτων | |
| οὖν ἁπάντων ἐπαινέσαι τὸν ἱερέα τοῦ Ἀπόλλωνος Πολύστρατον | |
| Χαρμαντίδου Ἁλαιέα, καὶ στεφανῶσαι δάφνης στεφάνῳ εὐσεβείας ἕνεκα | |
| καὶ δικαιοσύνης· ἐπαινέσαι δὲ καὶ τοὺς αἱρεθέντας μετ’ αὐτοῦ εἰς τὴν ἐπιμέ- | |
| 10 | λειαν τοῦ ἱεροῦ καὶ στεφανῶσαι ἕκαστον αὐτῶν δάφνης στεφάνῳ Θεόδοτον Θεο- |
| δότου Ἁλαιέα, Λισχέαν Φιληρίφου Ἁλαιέα, Παντακλέα Σωκράτου Ἁλαιέα, Ἁγνί- | |
| αν Μελησίου Ἁλαιέα· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος, | |
| ὅ τι δ’ ἂν ἀνάλωμα γένηται τὸν ταμίαν δοῦναι, καὶ λογίσασθαι τοῖς δη[μόταις]. | |
| cr 1.14 | Ἁλαιεῖς |
| 15 | Πολύστρατον. |
| cr 2.14 | Ἁλαιεῖς |
| 15 | τοὺς αἱρεθέντας. |