[ ] Att. — Athens — aft. 132 AD — IG III 3985 + IG II² 1088 + IG II² 1090 — BCH 121.1997.291 — SEG 45.224
1 ἀγαθῆι τύ[χηι]
[τοῦ θειοτάτο]υ Αὐτοκράτορος Κ[αίσαρος Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ].
ἐ̣π̣[ειδὴ ἡ Θυα]τειρηνῶν πόλις, χ̣[αριζομένη ἐπὶ ταῖς εὐεργεσίαις τοῦ]
μ̣ε̣[γίστου Αὐτο]κράτορος Καίσαρο̣[ς Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ, σωτῆρος]
5 καὶ [εὐεργέτο]υ, πατρὸς τῆς πα[τρίδος, ἀρχιερέως μεγίστου, ὑπάτου, ἐξ]
ὧν π̣[όλεις καὶ ἔθ]νη τῆς ἁπάσης Ἑ[λλάδος εἰς τὸ σεμνότατον τοῦτο Πανελ]-
λήνι[ον κατεστήσα]το, πάντα ἃ Μεττ[ίου Μοδέ]σ̣του συ̣[μβούλου ἐψηφίσατο ἀνα]-
γράψα[ι Ἀθήνησιν] ἐν Ἀκροπόλει β[ούλεται καὶ τ]ὰς δωρεὰς ὡς [ἔλαβεν ἀπὸ τοῦ]
μεγίσ[του τῶν ἀείπ]οτε {²⁷[τῶν πώπ]οτε}²⁷ βασιλέων Αὐ̣[τοκράτορ]ος Καίσαρος Τραϊα[νοῦ Ἁδριανοῦ]
10 Ὀλυμπί[ου Πανελλ]ηνίου Διὸς ἐφ[υμνεῖν· vv τ]ο̣ῦτο ἔδο<ξ>εν, ἀγαθ̣[ῆι τύχηι, τῆι Θυα]-
τει̣ρην[ῶν] βο̣υ̣λ̣ῆ̣[ι καὶ] τ̣ῷ δήμῳ· τόδ̣[ε τὸ ψήφι]σμα ἐνχαράξαι λιθ[ίνη]ι σ̣[τήληι καὶ] σ[τῆ]-
σαι ἐν [Ἀκρ]ο̣π̣όλει̣, [ἵνα] ἔκδηλον [γένοιτο τοῖς Ἕλ]λησι ἅπασιν ὅσων [δὴ τ]ετύ̣χ̣η̣κ̣ε̣ν̣
ἀπ̣ὸ̣ τοῦ [μ]ε̣γί̣στου β[ασι]λέως, ὅτ[ι ἰδίᾳ καὶ κοι]νῇ πᾶν τὸ τῶν Ἑλλή̣[νων] ε̣ὐ̣εργέτ̣ησε̣ν̣
ὁ βασ̣ι̣λ̣ε̣ύ̣ς, σ̣υ̣ναγα[γὼ]ν ἐξ αὐ[τῶν ἐκεῖνο τ]ὸ συνέδριον, ὡς φ̣[ιλο]τ̣ε̣ιμία̣ν κοινήν̣,
15 εἰ̣ς̣ τ̣ὴ̣[ν λαμ]π̣ρ̣οτάτη̣[ν Ἀ]θην̣[αίων] π̣όλιν, τ̣[ὴ]ν̣ Εὐεργέτιν, καρπ[ὸν τῶ]ν Μυστηρίων
ὁμ̣[οῦ πᾶσι διδοῦ]σ̣α̣ν, τὸ̣ [δὲ σεμνότα]τον Πανελ̣λήνιον, δι’ ὧν ἐψη̣[φίσατο, ὁ]μολογούν̣-
[των τῶν Ῥωμαίων τῆς ἱερᾶς] σ̣υ̣ν̣κ̣λήτου, κα[ὶ ἰ]δίᾳ τά τε ἔθνη κ̣[αὶ τὰς πόλεις τ]ούτου τοῦ τε̣ι̣—
[μιωτάτου δεχομένην συνεδρ]ίου. Δῆλος δέ ἐσ[τ]ιν καὶ τὴν ἡμε̣[τέραν πόλιν ἀριζ]ήλως καὶ πολλά̣—
[κις ὁ βασιλεὺς αὐξάνων κ]αὶ εὐεργετῶν, τ[— — — —]ολ[— —]πων ἔτι τὴν
20 [— — — — — — — —] εὐεργέτησε[— — — — λα]μ̣βάνων ὑπὲρ [— —]
[— — — — — — — —]ε̣ν παρὰ ΤΟΥ[— — — — — τὴν] τ̣ῶν ὑδάτων ἀ[․α]-
[γωγὴν — — — — — —]ε̣ι παρα[— — — — — κατ]ὰ̣ τὰς ἁπάντων
[— — — — — — — — — — — — — — — — — —]Ε․․Υ[— —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
25 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — —]ε̣[— — — — —]ειν προσ[όδους(?)]
[— — — οὐ μόνον ἐπιδείξας τὴν αὐτ(?)]ὴ̣ν μεγ[αλοφροσύνη]ν (δην.) μυριάδας εἴκοσιν χάριν
[παρακομιδῆς σίτου καὶ παντοδαπῶ]ν̣ τροφῶ[ν καὶ ταύ]την τὴν περὶ τὸν πυρὸν ἀφθο-
[νίαν παρασχὼν — — — — — — τῆ]ς τοῦ μ[εγίστου βα]σ̣ιλέως φιλοδωρίας, ἀλλὰ καὶ τὴν
30 [— — — — — — — — — —]ε̣ν, εὐ[μεν]ῶς {²⁷εὐ̣[φρόν]ως? εὐ̣[ηκό]ως?}²⁷ αὐτὸς σχὼν πολλάκις, ἡνίκα
[— — — — — — — — — — βεβαιω]κ̣ὼς [δὲ ἡ]μ̣ῖν εἰς ἀεὶ τὴν τῶν ὅρων ἀμε-
[τακίνητον ἀσφάλειαν καὶ τὴν φυλακὴν αὐ]τ̣ῶν [διὰ τ]ῆς τοῦ βασιλέως προνοίας, ἔτι δὲ
[— — — — — — — — τοῖς ἄρχου]σ̣ι ἐπιτρέψας, αἰτήσασιν παρ’ αὐτοῦ,
[— — — — — — ἀλλὰ καὶ τὰ περισσὰ χρήμα]τ̣α εἰς ἕτερον ἔργον καταλεί-
35 [πειν. — — — — — — ἠβουλήθη δὲ καὶ τοὺ]ς̣ τῆς γῆς φόρους ἴσους γενέσ-
[θαι — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — —]
με̣[— — — — — — — — — — — — — — — — — — —]
40 φαν[— — — — — — — — ἐπρέσβευον καὶ τὸ τῶν Θυατειρηνῶν]
ψήφ[ισμα ἀπέδοντο {²ὁ δεῖνα, υἱος τοῦ δεῖνος}² — — — — — — —]
μεν[— — — — — καὶ Τι. Κλ. Μηνογένης Καικιλιανός, υἱὸς Τι. Κλ. Σωκράτους]
Σακε[ρδωτιανοῦ, ἱερέως τοῦ Καθηγεμόνος Διονύσου καὶ ἀρχιερέως τῶν Σεβαστῶν],
καὶ Ἰου̣. Μηνογενίδος, ἀγωνοθέτιδος καὶ στεφανηφόρου καὶ πρυτάνεως· ἐπεμελήθη δὲ]
45 τῆς ἀ[ναγραφῆς καὶ τῆς ἐν Ἀκροπόλει ἀναστάσεως τῆς στήλης ὁ διὰ βίου ἀρχιερεὺς τῶν]
Σεβα[στῶν καὶ ἱερεὺς τοῦ Καθηγεμόνος Διονύσου καὶ ἀρχιερεὺς τῆς Ἀσίας καὶ ἀγωνοθέτης]
Τι. Κλ. Μ[ηνογένης Καικιλιανός].
Search Help
Contact Us