[ ]
Attica — Halai Arph.: Brau.Mus. — stoich. 23 — 341/0 BC — Horos 10-12.1992-98.53
1 | θεοί. |
ἐπὶ Νικομάχο ἄρχοντος, δημα- | |
ρχοῦντος Φόρμου, ἔδοξεν Ἁλα- | |
ιεῦσιν· Φιλοκλῆς Φιλοκήδου- | |
5 | ς εἶπεν· ἐπειδὴ οἱ χορηγοὶ κα- |
λῶς καὶ φιλοτίμως ἐχορήγησ- | |
αν Ἀντίμαχος Ἀρχεμάχου, Σωι- | |
ναύτης Ναυσιστρατίδου, ἐπα- | |
ινέσαι αὐτοὺς καὶ στεφανῶσ- | |
10 | αι θαλλοῦ στεφάνωι ἑκάτερο- |
ν αὐτῶν καὶ εἶναι αὐτοῖς προ- | |
εδρίαν ἐν τοῖς ἀγῶσι καὶ καλ- | |
εῖν αὐτοὺς τὸν δήμαρχον τὸν | |
ἀεὶ δημαρχοῦντα εἰς τὴν προ- | |
15 | εδρίαν, ἀναγράψαι δὲ τόδε τὸ |
ψήφισμα τὸν δήμαρχον ἐν στή- | |
ληι λιθίνηι καὶ στῆσαι ἐν τῶ- | |
ι Διονυσίωι. | |
Σω̣ι̣ναύτης Ἀντίμαχος. |