[ ] Att. — Rhamnous — aft. 216-215 BC — PAAH 1991[1994].33,7
1 [Δ]ημοκλῆς v Ζμικύθου v Εὐπυρίδης εἶπεν· ἐπειδὴ v Ἀντισθένης
[ἐν] παντὶ καιρῶι διατελεῖ φιλοτιμούμενος εἰς τὴν βουλὴν καὶ v
[τὸ]ν δῆμον καὶ πρὸς τοὺς τεταγμένους Ἀθηναίων ἐν Ῥα%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰-
[μ]ν̣οῦντι, καὶ διδοὺς ἑαυτὸν ἀπροφασίστως εἰς τὰς πρεσβεί%⁸⁰-
5 [α]ς καὶ τὰς λοιπὰς λειτουργίας εἰς ὅσας αὐτὸν ὁ δῆμος προχειρί-
[ζε]ται, πολ<λ>ὰ τῶν χρησίμων ὠικονόμηκεν τεῖ πόλει, κατα-
[στ]α̣θεὶς δὲ καὶ ταμίας στρατιωτικῶν εἰς τὸν ἐνιαυτὸν τὸν
[ἐπὶ Ἁ]γνίου ἄρχοντος ἐμέριζεν ταῖς τε λοιπαῖς δυνάμεσιν κα-
[λῶς ἀ]νὰ τὸ γινόμενον ὀψώνιον καθάπερ αὐτῶι προσέτατ-
10 [τον οἱ] νόμοι καὶ τὰ ψηφίσματα, καὶ Ἀθηναίων τοῖς τεταγμέ%⁸⁰%⁸⁰-
[νοις ἐ]ν Ῥαμνοῦντι πρὸς πάντας φιλότιμον ἑαυτὸν παρασκευ-
[άζω]ν, ὅπως ἂν οὖν καὶ Ἀθηναίων οἱ τεταγμένοι ἐν Ῥαμνοῦντι
[φαί]νωνται χάριν ἀποδιδόντες τοῖς εἰς ἑαυτοὺς φιλοτιμου%⁸⁰-
[μ]ένοις. ἀγαθεῖ τύχει· δεδόχθαι Ἀθηναίων τοῖς τεταγμένοις
15 [ἐν] Ῥαμνοῦντι ἐπαινέσαι Ἀντισθένην v Ἡλιοδώρου Διομέα
[καὶ] στεφανῶσαι χρυσῶι στεφάνωι εὐνοίας ἕνεκεν καὶ φιλο%⁸⁰-
[τιμία]ς ἣν ἔχων διατελεῖ πρός τε τὴν βουλὴν καὶ τὸν δῆμον καὶ
[Ἀθη]ναίων τοὺς τεταγμένους ἐν Ῥαμνοῦντι· τῆς δὲ ποιήσεω[ς]
[τοῦ] στεφάνου ἐπιμεληθῆναι τοὺς αἱρεθέντας καὶ ἀναγρά%⁸⁰-
20 [ψαι] τ̣όδε τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι οὗ ἂν αὐ%⁸⁰%⁸⁰-
[το]ῖς φαίνηται, τὸ δὲ γενόμενον ἀνάλωμα μερίσαι ἐκ τοῦ κοινοῦ·
[οἵδ]ε εἱρέθησαν v Δημοκλῆς v Εὐπυρίδης, v Ἀντιφάνης v ἐξ Οἴου,
[Τι]μοκράτης v Οἰῆθεν, vv Πειθαγόρας v Ἁλαιεύς. {²vacat}²
                    Ἀθηναίων οἱ στρα-
25                     τευόμενοι Ῥαμνοῦντι
                        Ἀντισθένην
Search Help