[ ] Att. — Acharnai (Menidi) — stoich. 33 — 315/4 BC — ArchEph (1992) 179-193
A.1 Διογένης Ναυκύδου εἶπεν· ἐπειδὴ Φανόμα-
χος ὁ ταμίας ὁ ἐπὶ Πραξιβούλου ἄρχοντος
τάς τε θυσίας τέθυκεν τοῖς θεοῖς καὶ τοῖ-
ς ἥρωσιν ὑπὲρ τῶν δημοτῶν ἁπάσας [ἐ]ν τ[ῶ]ι ἐ-
5 [νι]αυτῶι καὶ τῶν Διονυσίων ἐπεμελήθη κα-
λῶς [καὶ φιλοτίμως] μετὰ τοῦ δημάρχου Οἰν-
ο[φ][λ]ου καὶ [φ]ιάλην πεπόηται μ[ν]ᾶν ἄγουσα-
ν ἀργυρίου [κ]ατὰ [τὸν νόμον] καὶ λόγον ἀπεν-
ήνοχεν ἁπάντων ὧν δι[ώικησ]εν πρός τε τὴν
10 πόλιν καὶ πρὸς τοὺς δημότας ἐ[ν] τοῖς χρόν-
οις τοῖς ἐκ τῶν [νόμων] τῶν τῆς πόλεως καὶ τ-
ῶν δη[μ]οτῶ[ν καὶ τὸ π]ερι[ὸν] ἀργύριον παρ’ ἑα-
υτῶι ἐκ τῆς διοικήσεως κατ[αβέ]βληκεν Ἀχ-
αρνεῦσ[ι]ν∶ ΗΗΗΔΔ𐅃ΙΙΙΙ∶ καὶ τὰς εὐθύνα[ς]
15 δέδωκεν δ[ό]ξας δικαίως τεταμιευκέναι κ-
αὶ τῶν [ἄλλων] ἁπάντων [ὧν] αὐτῶι προσέταξα-
ν [Ἀ]χαρν[εῖς ἐπιμεμέλη]ται καλῶς καὶ φιλο-
τ[ίμ]ως· [ἐψ]ηφ[ίσ]θαι Ἀχαρνεῦσιν ἐπαινέσαι
Φανόμαχον Νικοδήμου Ἀχαρνέα καὶ στεφα-
20 νῶσαι αὐτὸν θαλλοῦ στεφάνωι φιλοτιμία-
ς ἕνεκ[α καὶ δι]καιοσύνης τῆς εἰς τοὺς δημ-
ότας· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐ στήληι
λιθίνει τὸν γραμματέα τῶν δημοτῶν κα-
ὶ στῆσαι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς τῆς Ἱππί-
25 ας, εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης δοῦνα-
ι τὸν ταμίαν [∶ΔΔ∶] δραχμὰς καὶ λογίσασθ[α]-
ι τοῖς δημόται[ς].
B.1 Διογένης Ναυκύδου εἶπεν· ἐπειδὴ ὁ δήμαρ-
χος Οἰνόφιλος καὶ ὁ ταμίας Φανόμαχος κα-
ὶ ὁ [ἐπι]μελ[η]τὴς τῶν Διονυσίων καλῶ[ς] καὶ φ-
ιλοτίμως [ἐπιμ]ε[μ][λ]ηνται τῆς τε θυσίας τ-
5 ῶι Διονύσωι [καὶ τῆς] πομπῆς καὶ τοῦ ἀγῶνο-
ς καὶ τῶν ἄλλων [διοι]κο[ῦ]σιν ὑπὲρ τῶν δημοτ-
ῶν κατὰ τοὺς νόμους· ἐψηφίσθαι Ἀχαρνεῦσ-
ιν ἐπαινέσαι τὸν δήμαρχον Οἰνόφιλον Ο[ἰ]-
[νοφίλου] καὶ τὸν ταμίαν Φανόμαχον Νικοδ-
10 [ήμου] καὶ τὸν ἐπιμελητὴν Λέο[ν]τα [Θέ(?)]ωνος κ-
[αὶ στεφανῶσαι ἕκασ]τον αὐτῶν κιττοῦ στε-
φάνωι καὶ ἀνειπεῖν τὸν δήμαρχον τούσδε
τοὺς στεφάνους Διονυσίων τῶν Ἀχαρνῆσιν τ-
ῶι ἀ[γῶνι· ἀναγράψαι δὲ τό]δε τὸ ψ[ή]φ[ι]σ[μ]α ἐν
15 στήληι λιθίνει [τὸν δήμαρ]χον Ο[ἰν]όφ[ιλ]ον
καὶ στ[ῆ]σα[ι][ν τῶι ἱερῶι τῆ]ς Ἀθηᾶς τῆς] Ἱπ-
πίας [εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης] δ[οῦ]-
ναι τὸ[ν] τ[αμ]ίαν Φανόμαχον ∶ΔΔ[∶] δραχμὰς κα-
ὶ λογ[ίσασθαι τοῖς δη]μόταις· ε[ἶν]αι δὲ αὐτ-
20 οῖς καὶ π[ρ]οεδ[ρί]α[ν] α[ὐτ]οῖς [καὶ] ἐγγ[ό]νοις
εἰς τὸν ἀεὶ [χρό]νον Διονυσ[ίων] τῶν Ἀχαρν[ῆ]-
σιν τ[ῶ]ι [ἀ]γῶ[νι][πὶ] τοῦ πρώτου βάθρου.
Search Help
Contact Us