[ ]
Att. — Rhamnous — 325-300 BC — PAAH 1991[1994].24,1
1 | [— — — — —]ΟΥ[— — — — — — — — — — — — — — —] |
[— — — — — — — — — —]ΟΝΤ[— — — — — — — — — —] | |
[καλῶς κ]αὶ φιλοτίμως ἐ[πε]μελήθ[ησ]αν τῆ[ς] | |
[τε φυλ]ακῆς τοῦ φρουρίου κ[αὶ τοῦ στρα]τηγοῦ | |
5 | [καὶ τ]ῶν στρατιωτῶν τῶν πολιτικῶν τῶν τα- |
[χθ]έντων μεθ’ ἑαυτῶν ἐν Ῥαμνοῦντι, πολ- | |
[λὴν] ἐπιμέλειαν ποιούμενοι διετέ[λε]σαν | |
[λέγ]οντες καὶ πράττοντες τὰ συμφέ[ροντα] | |
[ὑ]πὲρ αὐτῶν, ἐνδεικνύμενοι τὴν εὔν[οιαν] | |
10 | [ἣν] ἔχουσι περὶ αὐτούς· ἀγαθεῖ τύχει· [δεδό]- |
[χ]θαι τοῖς στρατιώταις ἐπαινέσαι Φιλ̣[οκ]λ̣έα | |
[Π]ροκλέους Ἑκαλῆθεν, Διόδωρον Οἰνο[στρά]- | |
[τ]ου Ἀναγυράσιον καὶ στεφανῶσαι ἕκ[αστ]ον | |
[αὐ]τῶν χρυσῶι στεφάνωι κατὰ τὸν νόμο[ν ἀρε]- | |
15 | [τ]ῆς ἕνεκα καὶ φιλοτιμίας ἣν ἔχοντες [τυγχά]- |
[ν]ουσιν πρός τε τὸν στρατηγὸν Διομ[ήδ]ην | |
[κ]αὶ τοὺς στρατιώτας· ἀναγράψαι δὲ τόδε τὸ ψή- | |
[φ]ισμα ἐν στήλει λιθίνει τοὺς αἱρεθέντας | |
[τ]ῶν στρατιωτῶν καὶ στῆσαι ἐν Ῥαμνοῦντι ἐν | |
20 | [τ]ῶι ἱερῶι τοῦ Διονύσου· εἰς δὲ τὴν ἀναγραφ[ὴν] |
[τῆ]ς στήλης καὶ τὴν ἀνάθεσιν δοῦναι τὸ ἀ[νά]- | |
[λω]μα τοὺς στρατιώτα〚— — — — — — — — — — —〛 | |
〚— — — — — — — — — — — — — — — — — — — — —〛 | |
〚— — — — — — — — — — — — — — — — — — — — —〛 |