[ ] Attica — Cape Zoster — ca. 360 BC — AD 11 (1927/28) 27,4 — Greek Cult Tables 1991.48,19
1 ἔδοξεν Ἁλαιεῦσιν, Ἁγνόθεος Ἐκφαντίδου εἶπεν· ἐπειδὴ Πολύστρ[ατος]
ἱερεὺς γενόμενος τοῦ Ἀπόλλωνος τοῦ Ζωστῆρος καλῶς καὶ ε[ὐ]σεβῶς
καὶ ἀξίως τοῦ θεοῦ ἐξάγει τὴν ἱερεωσύνην, καὶ [λί]αν φιλοτίμ[ω]ς [ἐπ]ε-
σκεύακεν τὸ ἱερόν, καὶ τὰ ἀγάλματα κεκόσμηκεν μετὰ τῶν αἱρεθέντων
5 ἐκ τῶν δημοτῶν, ἐπεμελήθη δὲ καὶ τῆς θυσίας τῶν Ζωστηρίων κατὰ τὰ
πάτρια, καὶ λόγους τῆς ἐπιμελείας ἔδωκεν τοῖς δημόταις, ὑπὲρ τούτων
οὖν ἁπάντων ἐπαινέσαι τὸν ἱερέα τοῦ Ἀπόλλωνος Πολύστρατον
Χαρμαντίδου Ἁλαιέα, καὶ στεφανῶσαι δάφνης στεφάνῳ εὐσεβείας ἕνεκα
καὶ δικαιοσύνης· ἐπαινέσαι δὲ καὶ τοὺς αἱρεθέντας μετ’ αὐτοῦ εἰς τὴν ἐπιμέ-
10 λειαν τοῦ ἱεροῦ καὶ στεφανῶσαι ἕκαστον αὐτῶν δάφνης στεφάνῳ Θεόδοτον Θεο-
δότου Ἁλαιέα, Αἰσχέαν Φιληρίφου Ἁλαιέα, Παντακλέα Σωκράτου Ἁλαιέα, Ἁγνί-
αν Μελησίου Ἁλαιέα· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος,
ὅ τι δ’ ἂν ἀνάλωμα γένηται τὸν ταμίαν δοῦναι, καὶ λογίσασθαι τοῖς δη[μόταις.]
Ἁλαιεῖς
15 Πολύστρατον
Ἁλαιεῖς
τοὺς αἱρεθέντας.
Search Help
Contact Us