[ ]
Kos Isl. — Asklepieion — decree of Thasos — 3rd c. BC — Chiron 29 (1999) 267, 3
See also:
| [— — — — — — — — — — — — — — — — — —] | |
| 1 | [πρόσοδον πρὸ]ς [τὴμ βουλὴν καὶ τὸν δῆμον] |
| [πρ]ώτοις μετὰ τὰ ἱερά· vv ὅπως δὲ ἀναγορευθ[ῶσιν] | |
| [οἱ] στέφανοι Διονυσίοις, ἐπιμεληθῆναι τοὺς [ἄρ]- | |
| [χ]οντας καὶ τὸν ἱερέα τοῦ Διονύσου· ὅπως δὲ α̣[ἱ] | |
| 5 | δεδομέναι τιμαὶ τῶι δήμωι τῶι Κώιωγ κα̣ὶ̣ vac. |
| τοῖς δικασταῖς φανεραὶ καὶ Κώιοις γένωντα̣ι [καὶ] | |
| ἀναγραφῶσιν ἐγ Κῶι εἰς στήλην, ἑλέσθαι ἄνδ[ρα], | |
| ὃ̣ς ἀφικόμενος εἰς Κῶ τό τε ψήφισμα ἀποδώσ[ει] | |
| [Κ]ώιοις καὶ ἀξιώσει αὐτοὺς τήν τε τῶν στεφ[ά]- | |
| 10 | νων ἀναγόρευσιμ ποήσασθαι ἐν τοῖς ἀγῶσ̣[ιν] |
| οἷς νόμιμόν ἐστιν αὐτοῖς τὰς τῶν τοιούτω[ν] | |
| ἀναγορεύσεις γίνεσθαι καὶ τόπον ἀποδεῖξαι τῆ[ς] | |
| στήλης τῆι ἀναθέσει ὡς ἐπιφανέστατον̣· δ̣οθῆνα[ι] | |
| δὲ τοῖς δικασταῖς καὶ εἰς ἱερὰ καὶ ἐπὶ ξένια̣ τὸν ἀ- | |
| 15 | ποδέκτην τὸ ἐκ τῆς ἀρτύος· καλεσάτωσαν δ̣[ὲ] |
| [α]ὐ̣τοὺς οἱ ἄρχοντες ἐπὶ ξένια εἰς τὸ πρυταν[εῖον]· | |
| [ὅπ]ως δ’ ἂγ καὶ ἀποσταλῶσιν ὡς ἀσφαλέστατ[α], | |
| [ἐπι]μεληθῆναι τοὺς ἄρχοντας καὶ τοὺς πολεμάρ- | |
| [χου]ς καὶ τοὺς ἀπολόγους· τὸ δὲ ἀνήλωμα τὸ εἰς v | |
| 20 | [ταῦ]τα γενόμενον δοῦναι τὸν ἀποδέκτην· vacat |
| [εἶπα]ν πρόεδροι· v ἡιρέθηι Παρμένων Ἡρακλείτου· v | |
| [δικ]α̣σταί· v Θεμισταγόρ̣ας Ἱππία, Νέων Ναυκλεῦ̣[ς], | |
| [Ἱπποκ]ρ̣άτης v Δράκοντος. |