| {²corona}² | |
| 1 | ἐπὶ Φαινίππου, Γεραστίου νουμηνία, |
| Θεύδοτος Μενητίδα εἶπεν· v ἐπειδὴ | |
| Θευγένης Ἑρμογένου ἀποσταλεὶ[ς] | |
| δικασταγωγὸς ποτὶ Ζμυρναίος οἰ- | |
| 5 | κείος εὖντας καὶ εὔνους καὶ φίλους |
| τοῦ δάμου ἐπελθὼν παρ’ αὐτοῖς ἐπί | |
| τε τὰν βουλὰν καὶ τὰν ἐκκλησίαν καὶ | |
| ποιησάμενος τὸς κατὰ μέρος λόγ[ος] | |
| μετὰ πάσας φιλοτιμίας καὶ ἐκτενε[ίας] | |
| 10 | παρεστάσατο δόμεν τᾶι πόλει δι[κασ]- |
| τὰς δύο καὶ γραμματῆ ἄνδρας καλοὺς | |
| καὶ ἀγαθοὺς καὶ πιστευομένους παρ’ αὐ- | |
| τοῖς, τάν τε παρεπιδαμίαν ἐποιήσα{ν}το {²⁶ἐποιήσατο}²⁶ | |
| ἀξίαν ἀμφοτέραν τᾶν πολίων, ὑπὲρ | |
| 15 | ὧν ἁπάντων διαμεμαρτυρήκαντι Ζμυρ- |
| ναῖοι διὰ τᾶς δοθείσας αὐτῶι ἀποκρίσι- | |
| ος, παραλαβών τε τὸς ἄνδρας καὶ παρα- | |
| γενόμενος ἐς τὰν πόλιν πᾶσαν κακοπα̣- | |
| θίαν καὶ ἐπιμέλειαν πεποίηται ποτικαρτε- | |
| 20 | ρήσας καὶ τᾶι δικαστοφυλακίαι ἐκτενῶς |
| καὶ δικαίως ἀκολούθως τῶι ὅρκωι, ἕως οὗ | |
| διεξάχθη τά τε δαμόσια καὶ ἰδιωτικὰ | |
| συμβόλαια, διαφυλάξας ἴσως καὶ δικαίως | |
| καὶ μισοπονήρως πᾶσι τὰν ἐνχειρισθεῖσαν | |
| 25 | αὐτῶι πίστιν ὑπὸ τοῦ σύμπαντος δάμου, |
| δαπάνας τε ποταναδέδεκται ἐκ τῶν ἰδί- | |
| ων ἔς τε τὰν παρουσίαν αὐτῶν καὶ ἐν ταῖς δα- | |
| μοτελέσι ἑορταῖς ἀποστολὰς ποιούμενος | |
| κατὰ τοὺς ἁρμόζοντας καιροὺς ἕνεκεν | |
| 30 | τοῦ κοινᾶι συμφέροντος· ὅπως οὖν καὶ ὁ δᾶ- |
| μος εὐχαρίστως ἀπαντῶν φαίνηται τοῖς ἀγα- | |
| θοῖς τῶν ἀνδρῶν, τοί τε ἄλλοι θεωρεῦντες | |
| τὰν εὐχαρι<σ>τίαν τοῦ πλήθευς πολὺ προθυμό- | |
| τερον ἐπιδιδῶντι ἑαυτοὺς εἰς πάντα τὰ συν- | |
| 35 | φέροντα τᾶι πόλει· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι |
| ἐκκλησίαι· ἐπαινῆσθαι Θευγένην Ἑρμογένου κα[ὶ] | |
| στεφανῶσαι αὐτὸν χρυσέωι στεφάνωι ἐ̣π̣ὶ̣ τῶι ἐ- | |
| ξαποσταλέντα δικασταγωγὸν διαφυλάξαι πᾶ- | |
| σιν ἴσως τὰν δοθεῖσαν αὐτῶι πίστ[ιν] ὑπὸ τοῦ δά- | |
| 40 | μου· ἀναγορευσάτω δὲ καὶ ὁ ἱεροκᾶρυξ [τὸ]ν στ[έ]φα- |
| νον Διονυσίων τῶι πράτωι ἀγῶνι με[τὰ τ]ὰς σπον- | |
| δάς· τᾶς δὲ ἀναγορεύσιος ἐπιμεληθέντω το[ί τε] | |
| προστάται καὶ ὁ ἀγωνοθέτας· ἐξῆ[με]ν δὲ αὐτῶ[ι] | |
| τόδε τὸ ψάφισμα ἀναγράψαντι ἐστάλαν λιθίναν | |
| 45 | ἀναθέμεν ἐν τῶι ἱερῶι τοῦ Ἀσκλαπιοῦ· ἔδοξε τ[ᾶι] |
| βουλᾶι καὶ τῶι δάμωι, γνώ{ι}μα {²⁶γνώμα}²⁶ προστατᾶν· χρῆσθαι | |
| τᾷ Θευδότου ἐφόδωι· ψᾶφοι στερεαὶ ἐ̣π̣ιδιδοῦσα[ι] | |
| τὸν στέφανον ωπεʹ, vac. τετρυπαμένα[ι οὐδεμί]α̣. vacat |
SEG
48:1112