[ ] Kos Isl. — Halasarna (Kardamaina) — ca. 300-250 BC — SbBerlin (1901.1) 478, 2 (= frg. b) — Chiron 28 (1998) 121, 13
See also:
1 ἔδοξε τῶι δάμωι τῶι Ἁλασα[ρνιτᾶν],
ναποῖαι εἶπαν· ἐπειδὴ Ἡρόδοτο[ς Ἡρα]-
κλείτου ἀρχεύσας παρ’ Ἡρακ[λεῖ τά τε]
ἱ̣ερὰ ἐξέθυσε τῶι θεῶι ὑπὲρ τ[ῶν πολι]-
5 τᾶν ἀξίως καὶ αὑτοῦ καὶ τῶν π[ολιτᾶν]
καὶ τοὺς παραγενομένους ἐν̣ [τῶι ὑ]-
πηρετικῶι ἐδέξατο μετὰ τῶν δ[αμοτᾶν]
οὐδεμίαν ὑποστελλόμενος δ[απάναν],
ἀλλὰ δηλόμενο̣[ς ἀ]πό[δει]ξιν ποε[ῖσθαι]
10 τᾶς αὑτοῦ πρ̣[οαιρέσιος, ἇς ἔ]χε̣[ι ποτὶ τὸν]
δᾶμον· ὅπω[ς οὖν καὶ ὁ δᾶμος φαίνηται τὸς]
[ἑ]α̣υ̣τὸν ε̣[ὐεργετήσαντας — — — — — — —]
[ἄ]νδρας τιμ[ῶν, vac. δεδόχθαι ἐπαινέσαι τε]
[Ἡ]ρόδοτον Ἡ[ρακ]λε̣ί̣[του ἐπὶ τᾶι εὐσεβείαι]
15 τᾶι ποτὶ τὸς θεὸς κα[ὶ τᾶι ποτὶ τὸν δᾶμον]
εὐχαριστίαι καὶ στεφ[ανῶσαι αὐτὸν χρυ]-
σέωι στ<ε>φάνωι ἀπὸ χρυ[σῶν ․․c.7․․ ἀρε]-
τᾶς ἕνεκε καὶ εὐνοίας τ[ᾶς ἐς αὑτόν· ἵνα]
δὲ καὶ ἁ ἀναγγελία γένη̣[ται τοῦ στεφάνου],
20 ἄνδρας ἑλέσθαι τρεῖς [ἐκ πάντων τῶν δα]-
μοτᾶν ἤδη, οἵτινες ἐπε[λθόντες ἐπὶ τὸς]
προστάτας καὶ τὰν βου[λὰν καὶ τὰν ἐκκλη]-
σίαν τό τε ψάφισμα ἀπ[οδώσουσι καὶ παρα]-
[κα]λεσεῦντι τὸς πολί[τας — — — — — — —]
25 ․․ΟΛΕΙ {⁵․․ΟΟΕΙ}⁵ ἐν τῶι ἀγῶνι [τῶι πράτωι, ὃν συν]-
[τελ]ε̣ῖται ὁ δᾶμος τ̣[ῶι Διονύσωι· τοὶ δὲ αἱ]-
[ρεθ]έ̣ντες ἀναγ[ραψάντω τὸ ψάφισμα τόδε]
[καὶ ἀ]ναθέντω [ἐς τὸ ἱερὸν τοῦ Ἀπόλλω]-
ος· τ]ὸ δὲ ἀν[άλωμα τὸ γενόμενον ἔς τε]
30 [τὰν το]ῦ στε[φάνου ποίησιν — — — — —]
[— — — —]Λ̣Ε̣Μ[— — — — — — — — — —]
[— — — — — — — — — — — — — — — —]
Search Help
Contact Us