[ ]
Kos Isl. — Asklepieion — Decree of Neapolis — 242 BC — Asylieurkunden aus Kos (1952) 20, 11 — SEG 12.378, ll. 1-11
See also:
| 1 | ψαφίσματα ἃ ἐκόμισαν θεωροὶ Ἐπιδαύριος Νικάρχου, Φιλόφρων Δαρδά<ν>ου· |
| Νεοπολιτᾶν ἔχον vvvvv ἐπίσαμον ζώιδιον ἀνδρεῖον. | |
| ἐπειδὴ παρὰ τῆς πόλεως τῆς Κώιων ἀρχιθέωρος παραγενόμενος Ἐπιδαύριος Νικάρ- | |
| χου καὶ θεωροὶ Φιλόφρων Δαρδάνου καὶ Σιμίας Τιμασιφῶντος ἀνανεοῦνταί τε τὴν ο[ἰ]- | |
| 5 | κ<ε>ιότητα καὶ τὴν εὔνοιαν ἣν ἔχουσα ἡ πόλις ἡ Κώιων διατελεῖ πρὸς τὴν πόλιν τὴν Νε- |
| οπολιτῶν καὶ ἐπαγγέλλουσι θυσίαν τῶι Ἀσκληπιῶι καὶ ἀγῶνα καὶ ἀξιοῦσιν τὸ ἱερὸν | |
| τοῦ Ἀσκληπιοῦ ἄσυλον παραδέξασθαι, τύχηι ἀγαθῆι, ἔδοξε τοῖς ἄρχουσι καὶ τῆ[ι] | |
| συνκλήτωι καὶ τῶι δήμωι τήν τε οἰκειότητα καὶ τὴν εὔνοιαν τὴν τῆς πόλεως τῆς | |
| Κώιων ἀποδέ<ξ>ασθαι καὶ τὴν θυσίαν καὶ τὸν ἀγῶνα τοῦ Ἀσκληπιοῦ συναύξειν· | |
| 10 | ὑπάρχειν δὲ καὶ τὸ ἱερὸν ἄσυλον· δοῦναι δὲ καὶ εἰς θυσίαν τῶι Ἀσκληπιῶι μνᾶς τρεῖς· |
| καλέσαι δὲ τοὺς θεωροὺς ἐπὶ ξένια. |