[ ]
Kos Isl. — Asklepieion — Decree of Amphipolis — 242 BC — Asylieurkunden aus Kos (1952) 15, 6 — SEG 12.373, ll. 18-34
See also:
| 1 | Ἀμφιπολιτῶν. |
| βασιλεύοντος Ἀντιγόνου ἔτους ἑνὸς καὶ τεσσαρακοστοῦ, ἐπιστάτου Ξενί- | |
| ου τοῦ Ὀργέως, ἐφ’ ἱερέως Λυσιμάχου, ψηφίσματα Γορπιαίου ἐνάτηι ἐπὶ δέκα· | |
| ἐπεὶ ὁ ἀποσταλεὶς ἀρχιθέωρος ὑπὸ τῆς Κώιων πόλεως Ἀριστόλοχος Ζμέν- | |
| 5 | δρωνος καὶ μετ’ αὐτοῦ θεωρὸς Μακαρεὺς Ἀράτου ἐπελθόντες ἐπὶ τὴν ἐκλη- |
| σίαν {²⁶ἐκκλησίαν}²⁶ τήν τε οἰκειότητα ἀνενεώσαντο τὴν ὑπάρχουσαν Κώιοις πρὸς Μακε- | |
| δόνας καὶ τὴν εὔνοιαν ἐνεφάνιζον ἣν ἔχουσα διατελεῖ ἡ πόλις πρός τε | |
| τὸμ βασιλέα Ἀντίγονον καὶ πρὸς Μακεδόνας, ἐπηγγέλλοσαν δὲ καὶ τὰ Ἀσκλη- | |
| πίεια τὰ γεινόμενα παρ’ αὐτοῖς καὶ τὴν ἐκεχειρίαν καὶ ἠξίουν τὸ ἱερὸν τοῦ Ἀσ- | |
| 10 | κληπιοῦ τὸ ἐν Κῶι ἄσυλον εἶναι, δεδόχθαι τῆι πόλει τῆι Ἀμφιπολιτῶν τήν τε |
| ἐπαγγελίαν τῶν Ἀσκληπιείων καὶ τὴν ἐκεχειρίαν προσδέξασθαι καὶ ἐπαι- | |
| νέσαι αὐτοὺς ἐπί τε ταῖς τιμαῖς αἷς συντελοῦσι τοῖς θεοῖς καὶ ἐπὶ τῆι εὐ- | |
| νοίαι τῆι πρὸς τὸμ βασιλέα Ἀντίγονον καὶ πρὸς Μακεδόνας· εἶναι δὲ καὶ τὸ ἱε- | |
| ρὸν ἄσυλον, καθάπερ καὶ ὁ βασιλεὺς Ἀντίγονος προαιρεῖται· δοῦναι δὲ καὶ | |
| 15 | τοὺς ἄρχοντας ξένιον τοῖς θεωροῖς ὅσον καὶ τοῖς τὰ Πύθια ἐπαγγέλλουσι |
| δίδοται· εἶναι δὲ καὶ θεωροδόκον τῆς θεωρίας τῆς Κώιων Διονύσιον Ἐπιγένου. | |
| ἐψηφίσθη παραπάσαις. |