[ ] Kos Isl. — Asklepieion — Decree of Kassandreia — 242 BC — Asylieurkunden aus Kos (1952) 15, 6 — SEG 12.373, ll. 1-17
See also:
1                        Κασσανδρέων.
οἱ στρατηγοὶ καὶ οἱ νομοφύλακες εἶπαν· ἐπειδ〚δ〛ὴ {²⁶ἐπειδὴ}²⁶ παραγεγένηνται θεωροὶ πα-
  ρὰ τῆς Κώιων πόλεως ἐπαγγέλλοντες τὰ Ἀσκληπίεια καὶ τοὺς ἀγῶνας
  τοὺς συντελουμένους ἐν αὐτοῖς καὶ τὴν ἐκεχειρίαν, καὶ ἀπολογίζονται τὴν
5   εὔνοιαν τῆς αὑτῶν πόλεως ἣν ἔχουσα διατελεῖ πρός τε τὸμ βασιλέα Ἀν-
  τίγονον καὶ τὴν Κασσανδρέων πόλιν καὶ πρὸς τοὺς λοιποὺς Μακεδόνας
  πάντας, καὶ ἀξιοῦσιν τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ παρ’ αὐτοῖς ἄσυλον εἶναι,
  ἀγαθῆι τύχηι, δεδόχθαι τῆι βουλῆι δέχεσθαι τὴν ἐπανγελίαν τῶν Ἀσ-
  κληπιείων καὶ τοὺς ἀγῶνας καὶ τὴν ἐκεχειρίαν καὶ εἶναι τὸ ἱερὸν τοῦ Ἀσκληπι-
10   οῦ ἄσυλον κατὰ τὴν τοῦ βασιλέως βούλησιν· ἐπαινέσαι δὲ τὴμ πόλιν τῶν Κώιων,
  διότι διατελεῖ πρόνοιαν ποιουμένη τῶν πρὸς τοὺς θεοὺς συντελουμένων
  καλῶς καὶ ἐνδόξως καὶ τὴν ὑπάρχουσαν αὐτῆι εὔνοιαν διαφυλάσσει
  πρός τε τὸμ βασιλέα Ἀντίγονον καὶ τὴν ἡμετέραν πόλιν καὶ Μακεδόνας πάν-
  τας· δοῦναι δὲ τὸν ταμίαν τοῖς παραγεγενημένοις ξένιον τὸ διάταγμα τὸ
15   ἐκ τοῦ νόμου· καλέσαι δὲ αὐτοὺς καὶ εἰς τὸ ἀρχηγέτειον· τὸ δὲ ἀνάλωμα
  τὸ εἰς ταῦτα δοῦναι τὸν ταμίαν. οἵδε ἐπήγγειλαν· Ἀριστόλοχος Ζμένδρω-
  νος ἀρχιθέωρος, Μακαρεὺς Ἀράτου θεωρός· ἡ θυσία εἰς ἐνάτην σελήνην.
Search Help
Contact Us