[ ]
Kos Isl. — Asklepieion — Decree of Gonnoi — 242 BC — Asylieurkunden aus Kos (1952) 13, 5A — SEG 12.372, A, ll. 1-17 — Chiron 33 (2003) 229, 14 (join, new frg.)
See also:
| [Γοννέων]· | |
| 1 | ἔδοξεν [— — — — — — — — — —· παραγενομένων παρὰ] |
| τῆς πόλεω[ς τῆς Κώιων ἀρχιθεώρου μὲν Ἀριστολόχου] | |
| Ζμένδρωνος κ[αὶ θεωροῦ Μακαρέως Ἀράτου καὶ] ἐ̣μφαν[ι]- | |
| ζόντων τήν τε [φιλίαν καὶ τὴν συγγέν]ειαν τὴν ὑπάρ- | |
| 5 | χουσαν ταῖς πόλεσ[ιν ἐξ ἀρχῆς αὐταῖς] πρὸς αὐτὰς καὶ |
| τῶι ἄλλωι ἔθνει τ[ῶι Θεσσαλῶ]ν καὶ τό τε ἱερὸν οἰομέ- | |
| νων δεῖν ἄσυλον ἀ[ποδέξ]ασθαι καὶ τὴν θυσίαν καὶ | |
| τὴν πανήγυριν καὶ [τ]ὸν ἀγῶνα, ὣς συντελοῦσιν τῶι | |
| Ἀσκληπιῶι, δέξασ[θ]αι, δεδόχθαι τῆι πόλει τῆι Γοννέ- | |
| 10 | ων· τήν τε φιλίαν καὶ συμμαχίαν ὑπάρχειν πᾶσι Περραιβοῖς |
| πρὸς τὴν Κώιων πόλιν καθάπερ καὶ ἐξ ἀρχῆς ὑπῆρχεν, | |
| καὶ τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἐν Κῶι ἄσυλον εἶναι | |
| καθάπερ ἠξίουν διά τε τὴν πρὸς τὸν θεὸν εὐσέβειαν | |
| καὶ τὴν συγγένειαν τὴν πρὸς Κώιους, καὶ τοὺς ταμί- | |
| 15 | ας δοῦν[α]ι καθάπερ καὶ τοῖς λοιποῖς τοῖς τοὺς ἀγῶνας |
| τοὺς στ[ε]φανίτας ἐπαγγέλλουσιν τὸ διάταγμα τὸ | |
| ἐκ τοῦ νόμου ξένιον δραχμὰς εἴκοσι. vacat |