[ ] Kos Isl. — Asklepieion — Decree of Aigeira — 242 BC — Asylieurkunden aus Kos (1952) 11, 4 — SEG 12.371, ll. 41-51
See also:
1                   Α[ἰ]γειρατᾶν.
πα[ρ]αγενο[μ]ένων παρὰ [τ]ᾶς [π]όλιος τᾶς Κώιων ἀρχιθεαώρου {²⁶ἀρχιθεάρου = ἀρχιθεώρου}²⁶
[ρ]ιστ[ολόχου] καὶ θεαρῶν Μακαρέως καὶ Ἡρακλείτου καὶ ἀξι-
[ού]ντων τάν τε ἐκε[χ]ειρίαν δέχεσθαι [κ]αὶ τὰν ἀσυλίαν τοῦ ἱαροῦ
5   τοῦ Ἀ[σκλαπιοῦ] τοῦ πα[ρ’] αὐτοῖς, ἔδοξε τᾶι πόλει τῶν Αἰγειρα-
  τᾶν δέ[χεσθαί τε τὰν] ἐκε[χ]ειρίαν καὶ τὸ ἱερὸν ἄσυλον εἶμε[ν] τ[ὰ] ἀ-
  πὸ πάντ[ω]ν, [κα]θὼς καὶ [δόγ]μα ἐστὶ τᾶι τε πόλει καὶ τοῖς [Ἀ]-
  χαιοῖς ἄ[συ]λα εἶμεν τὰ ἱερά· δόμεν δὲ καὶ ἐφίστιον κα[ὶ] σιτ[η]ρέσι-
  ον τοῖς θεαροῖς δέκα δραχμὰς καὶ ἐπιβολὰν τῶι θεῶι δέκα
10   δραχμάς· ἐπαγγ[είλ]αντο δὲ κα[ὶ] θεαροδόκοι ἐσσεῖσθαι τᾶς
  πόλιος τῶν Κώιων Κλέων Βίτωνος, Ἄγορις Ἀριστε[ί]δα.
Search Help
Contact Us