[ ]
Nub. — Pachoras--Phthouris (Faras) — 923 AD
1 | ☩ Ἰ(ησοῦ)ς ☩ ΑΩ ☩ Χ(ριστό)ς. ☩ |
νεύσει κ(αὶ) βουλήσει τοῦ πανσόφου θ(εο)ῦ παν- | |
τοκράτωρος τέλει τοῦ βίου τὸν μακαριότατον | |
ἄββα Κολλούθου ἐπισκόπου ἐν τῇ ∙ κʹ τοῦ Μεσο- | |
5 | ρη μενὸς ∙ ἀπὸ ∙ κόσμου ∙ ϛυιεʹ ∙ περίοδος ∙ φξγʹ |
ἰν(δικτιῶνος) ∙ ιαʹ ∙ ἀπὸ Χ(ριστο)ῦ ϡιεʹ ∙ ἀπὸ Διοκ(λητιανοῦ) ∙ χλθʹ. ∙ Χ(ριστ)ὲ ὁ θ(εὸ)ς ἡμῶν | |
ἀνάπαυσον τὴν ψυχὴν αὐτοῦ ἐν κόλποις | |
Ἀβραὰμ κ(αὶ) Ἰσαὰκ κ(αὶ) Ἰακὼβ ἐν τόπῳ φωτινῷ ἐν | |
τόπῳ ἀναψύξεως ἔνθα ἀπέδρα ὀδύνη (καὶ) λύπη | |
10 | κ(αὶ) στεναγμὸς ἐν τῇ λαμπρότητι τῶν ἁγίων |
σοῦ ἀμὴν γένοιτο ἀμήν. ἔτη δὲ τῆς ζωῆς αὐτ(οῦ) | |
ἀπὸ τῆς γεννήσεως αὐτ(ο)ῦ ἕως λαβεῖν ἀρχι#⁸⁰ερατικὴν τάξιν | |
ἔτη μβʹ, ἀπὸ δὲ τῆς ἐπισκοπῆς κ(αὶ) ἕως τῆς τελευ- | |
τῆς αὐ(το)ῦ ἔτη κʹ σ(ε)λή(νης). | |
15 | ξβʹ ιδʹ |