[ ]
Eg. — Thebes [W.]: Colossus of Memnon
1 | τούτοις τοῖς ἐλέγοις Πετρωνιανός σε γεραίρω, |
αὐδήεντι θεῶι μουσικὰ δῶρα διδούς, | |
πατρόθεν οὔνομ’ ἔχων Αὐρήλιος, Ἰταλὸς ἀνήρ. | |
ἀλλὰ σύ μοι ζώειν δηρόν, ἄναξ, χάρισαι. | |
5 | πολλοὶ ἅμα σ̣τείχουσι δα<ή>μεναι, ἦ ῥ’ ἔτι Μέμνων |
τοῦ λοιποῦ γῆρυν σώματος ἔντος ἔχει. | |
αὐτὰρ ὅ γε στέρνων κεφαλῆς τε ἄτερ ἥμενος αὐδᾷ, | |
ὕβριν Καμβύσεω μητέρι μεμφόμενος. | |
εὖτ’ ἂν δ ἠέλιος φαέθων ἀκτεῖνας ἀνίσχ̣ῃ | |
10 | ἦμαρ σημαίνει τοῖς παρεοῦσι βροτοῖς. |