[ ]
Eg. — Thebes [W.]: Colossus of Memnon
1 | Ἀσκληπιοδότου |
8 | ποιητοῦ · ἐπιτρόπου. |
2 | ζώειν, εἰναλίη Θέτι, Μέμνονα καὶ μέγα φωνεῖν |
μάνθανε, μητρῴηι λαμπάδι θαλπόμενον, | |
Αἰγύπτου Λιβυκῆισιν ὑπ’ ὀφρύσιν, ὧν ἀποτάμνει | |
5 | καλλίπυλον Θήβην Νεῖλος ἐλαυνόμενος· |
τὸν δὲ μάχης ἀκόρητον Ἀχιλλέα μήτ’ ἐνὶ Τρῴων | |
φθέγγεσθαι πεδίωι, μήτ’ ἐνὶ Θεσσαλίηι. |