[ ] Eg. — Thebes [W.]: Colossus of Memnon — 150 AD
1                    εὐ̣τ̣υ̣χ̣ῶς
2a Μ̣αρίῳ̣                           Γεμ̣έ̣λλ[ῳ]
               (ἑκατοντάρχηι).
3 θῆκέ σε φωνήεντα θεὰ ῥοδο{δο}δάκτυλος {²⁶ῥοδοδάκτυλος}²⁶ Ἠώς,
σὴ μήτειρ, κλυτὲ Μέμνον, ἐελδομένῳ μοι ἀκοῦσαι
5 σῆς φωνῆς· λυκ̣άβαντι περικλυτοῦ Ἀντωνείνου
[δω]δεκάτῳ, καὶ μηνὶ Παχὼν τρισκαίδεκα ἔχοντι
[ἤμα]τα, δὶς, δαῖμον, τεῦ ἐσέκλυον αὐδήσαντος,
[ἠελίου] λ̣ί̣μνης πε̣ρ̣ι̣καλλέα ῥεῖθρα λιπόντος.
[ὄντα ποτ]ὲ ἀντολίης βασιλῆ̣ά σε θῆκε Κρονείων
10 [οἰκουρὸ]ν πέτρου, φωνὴν δ’ ἀπὸ πέτρου ἔθη̣[κε]·
[ταῦτ’ ἔγραψα] ἔγωγε Γ̣έμελλος̣ ἀμοιβαδὶς ἔνθ̣[α],
[σὺν κεδν]ῇ̣ ἀλόχῳ Ῥουφίλλῃ καὶ τεκέεσσιν̣.
                   εὐτυχῶς
[Ῥου]φίλλῃ [τῇ] καὶ Λονγεινίᾳ.
Search Help
Contact Us