[ ]
Eg. — Thebes [W.]: Colossus of Memnon — 150 AD
| 1 | εὐ̣τ̣υ̣χ̣ῶς |
| 2a | Μ̣αρίῳ̣ Γεμ̣έ̣λλ[ῳ] |
| (ἑκατοντάρχηι). | |
| 3 | θῆκέ σε φωνήεντα θεὰ ῥοδο{δο}δάκτυλος {²⁶ῥοδοδάκτυλος}²⁶ Ἠώς, |
| σὴ μήτειρ, κλυτὲ Μέμνον, ἐελδομένῳ μοι ἀκοῦσαι | |
| 5 | σῆς φωνῆς· λυκ̣άβαντι περικλυτοῦ Ἀντωνείνου |
| [δω]δεκάτῳ, καὶ μηνὶ Παχὼν τρισκαίδεκα ἔχοντι | |
| [ἤμα]τα, δὶς, δαῖμον, τεῦ ἐσέκλυον αὐδήσαντος, | |
| [ἠελίου] λ̣ί̣μνης πε̣ρ̣ι̣καλλέα ῥεῖθρα λιπόντος. | |
| [ὄντα ποτ]ὲ ἀντολίης βασιλῆ̣ά σε θῆκε Κρονείων | |
| 10 | [οἰκουρὸ]ν πέτρου, φωνὴν δ’ ἀπὸ πέτρου ἔθη̣[κε]· |
| [ταῦτ’ ἔγραψα] ἔγωγε Γ̣έμελλος̣ ἀμοιβαδὶς ἔνθ̣[α], | |
| [σὺν κεδν]ῇ̣ ἀλόχῳ Ῥουφίλλῃ καὶ τεκέεσσιν̣. | |
| εὐτυχῶς | |
| [Ῥου]φίλλῃ [τῇ] καὶ Λονγεινίᾳ. |