1
|
ὅτε σὺν τῇ Σεβαστῇ Σαβείνη-
|
|
ι ἐγενόμην παρὰ τῷ Μέμνονι.
|
|
Αὔως καὶ γεράρω, Μέμνον, πάϊ Τιθώνοιο,
|
|
Θηβάας θάσσων ἄντα Δίος πόλιος,
|
5
|
ἢ Ἀμένωθ, βασίλευ Αἰγύπτιε, τὼς ἐνέποισιν
|
|
ἴρηες μύθων τῶν παλάων ἴδριες,
|
|
χαῖρε, καὶ αὐδάσαις πρόφρων ἀσπάσ̣δ̣ε[ο κ]αὔτ[αν]
|
|
τὰν σέμναν ἄλοχον κοιράνω Ἀδριάνω.
|
|
γλῶσσαν μέν τοι τμᾶξε [κ]αὶ ὤατα βάρβαρο̣ς̣ ἄνηρ,
|
10
|
Καμβύσαις ἄθεος· τῶ ῥα λύγρῳ θαν̣άτῳ
|
|
δῶκέν τοι ποίναν τὤτωι ἅκ[ρῳ] ἄορι πλάγεις
|
|
τῷ νήλας Ἆπιν κάκτανε τὸν θέϊον.
|
|
ἀλλ’ ἔγω οὐ δοκίμωμι σέθεν τόδ’ ὄ̣λ̣εσθ’ ἂ̣ν ἄγαλμα,
|
|
ψύχαν δ’ ἀθανάταν λοίπ̣ο̣ν̣ ἔσωσ̣α̣ νόῳ.
|
15
|
εὐσέβεες γὰρ ἔμοι γένεται πάπποι τ’ ἐγένο̣ντο,
|
|
Βάλβιλλός τ’ ὀ σόφος κ’ Ἀντίοχος βασίλευς,
|
|
Βάλβιλλος γενέταις μᾶτρος βασιλήϊδος ἄμμας̣,
|
|
τῶ πάτε̣ρος δὲ πάτηρ Ἀντίοχος βασίλευς·
|
|
κήνων ἐκ γενέας κἄγω λόχον αἶμα τὸ κᾶλον,
|
20
|
Βαλβίλλας δ’ ἔμεθεν γρόπτα τάδ’ εὐσέβεος.
|