| 1 | ὅτε σὺν τῇ Σεβαστῇ Σαβείνη- |
| ι ἐγενόμην παρὰ τῷ Μέμνονι. | |
| Αὔως καὶ γεράρω, Μέμνον, πάϊ Τιθώνοιο, | |
| Θηβάας θάσσων ἄντα Δίος πόλιος, | |
| 5 | ἢ Ἀμένωθ, βασίλευ Αἰγύπτιε, τὼς ἐνέποισιν |
| ἴρηες μύθων τῶν παλάων ἴδριες, | |
| χαῖρε, καὶ αὐδάσαις πρόφρων ἀσπάσ̣δ̣ε[ο κ]αὔτ[αν] | |
| τὰν σέμναν ἄλοχον κοιράνω Ἀδριάνω. | |
| γλῶσσαν μέν τοι τμᾶξε [κ]αὶ ὤατα βάρβαρο̣ς̣ ἄνηρ, | |
| 10 | Καμβύσαις ἄθεος· τῶ ῥα λύγρῳ θαν̣άτῳ |
| δῶκέν τοι ποίναν τὤτωι ἅκ[ρῳ] ἄορι πλάγεις | |
| τῷ νήλας Ἆπιν κάκτανε τὸν θέϊον. | |
| ἀλλ’ ἔγω οὐ δοκίμωμι σέθεν τόδ’ ὄ̣λ̣εσθ’ ἂ̣ν ἄγαλμα, | |
| ψύχαν δ’ ἀθανάταν λοίπ̣ο̣ν̣ ἔσωσ̣α̣ νόῳ. | |
| 15 | εὐσέβεες γὰρ ἔμοι γένεται πάπποι τ’ ἐγένο̣ντο, |
| Βάλβιλλός τ’ ὀ σόφος κ’ Ἀντίοχος βασίλευς, | |
| Βάλβιλλος γενέταις μᾶτρος βασιλήϊδος ἄμμας̣, | |
| τῶ πάτε̣ρος δὲ πάτηρ Ἀντίοχος βασίλευς· | |
| κήνων ἐκ γενέας κἄγω λόχον αἶμα τὸ κᾶλον, | |
| 20 | Βαλβίλλας δ’ ἔμεθεν γρόπτα τάδ’ εὐσέβεος. |