[ ] Eg. — Xoïs (Sakha) — 181 AD
1 [ὑπὲρ] σω[τηρί]ας [καὶ]
διαμονῆς τοῦ κυρίου
ἡμῶν Αὐτοκράτ[ο]ρ[ος]
Καίσαρος Μάρκου Αὐ[ρηλ]ίου
5 〚Κομμόδου〛 Ἀντω[νείν]ου
Σεβαστοῦ Εὐσεβοῦ[ς καὶ] τοῦ
σύνπαντος αὐτ[οῦ ο]ἴκου
Νεμεσιανὸς Ἀρείου τοῦ Πο[σειδωνίου]
Σωσικόσμιος ὁ καὶ Ἀλθαιεύς, ἔ[ναρχος]
10 γυμνασίαρχος τῆς Ξοϊτῶν πόλεως,
ἀνέθηκα τὸν ἀνδριάντα τοῦ Πολιέως
Σαράπιδος ἐπιδοὺς εἰς τοῦτο μετὰ τὸ
ἐξ ἔθους διδόμενον καὶ τὸ λοιπ[ὸν τ]
ἀναλωθὲν δαπάνημα ἐ[κ] φιλοτιμίας
15 ἐπὶ [Οὐετουρίου Μακ]ρίνου ἐπάρχου Αἰγύπτου,
ἐπιστρατηγοῦντος Αὐρηλίου Ἰάσονος,
στρατηγοῦντος Ἀρτεμιδώρου,
ἔτους καʹ, Ἐπεὶφ ιʹ.
Search Help
Contact Us