[ ]
Eg. — Xoïs (Sakha) — 181 AD
| 1 | [ὑπὲρ] σω[τηρί]ας [καὶ] |
| διαμονῆς τοῦ κυρίου | |
| ἡμῶν Αὐτοκράτ[ο]ρ[ος] | |
| Καίσαρος Μάρκου Αὐ[ρηλ]ίου | |
| 5 | 〚Κομμόδου〛 Ἀντω[νείν]ου |
| Σεβαστοῦ Εὐσεβοῦ[ς καὶ] τοῦ | |
| σύνπαντος αὐτ[οῦ ο]ἴκου | |
| Νεμεσιανὸς Ἀρείου τοῦ Πο[σειδωνίου] | |
| Σωσικόσμιος ὁ καὶ Ἀλθαιεύς, ἔ[ναρχος] | |
| 10 | γυμνασίαρχος τῆς Ξοϊτῶν πόλεως, |
| ἀνέθηκα τὸν ἀνδριάντα τοῦ Πολιέως | |
| Σαράπιδος ἐπιδοὺς εἰς τοῦτο μετὰ τὸ | |
| ἐξ ἔθους διδόμενον καὶ τὸ λοιπ[ὸν τ]ὸ | |
| ἀναλωθὲν δαπάνημα ἐ[κ] φιλοτιμίας | |
| 15 | ἐπὶ [Οὐετουρίου Μακ]ρίνου ἐπάρχου Αἰγύπτου, |
| ἐπιστρατηγοῦντος Αὐρηλίου Ἰάσονος, | |
| στρατηγοῦντος Ἀρτεμιδώρου, | |
| ἔτους καʹ, Ἐπεὶφ ιʹ. |