[ ]
Eg. — Philai Isl. — 115 BC
| 1 | [— — — — — —]α̣ι̣ο̣ς Ἀμμωνίου |
| τῶν διαδόχων φρουραρχ̣[ῶ]ν τὸν τόπον | |
| ἔτη μβʹ καὶ ἀνέγκλητος γε̣γονὼς τοῖς | |
| ἐνταῦθα κατοικοῦσι ὀμοίως δὲ καὶ τοῖς | |
| 5 | παρεπιδημοῦσι ξένοις καὶ ἐν ταῖς τῶν |
| στρατηγῶν παρουσίαις ἐπαίνου τετευχὼς | |
| καὶ ἐπὶ τῆι γενομένηι τοῦ κυρίου βασιλέως | |
| θεοῦ Φιλομήτορος Σωτῆρος τοῦ βʹ (ἔτους) | |
| ἐφόδωι ἐπισημασίας τετευχώς, | |
| 10 | εὐχὴν καὶ χαριστήρια. |