[ ]
Eg. — Philai Isl. — 205-180 BC
| 1 | β̣α̣σ̣ι̣λ̣ε̣ῖ̣ Π̣τ̣ολεμαίωι καὶ βασ̣ι̣λίσσηι Κλεοπ̣άτ̣ραι |
| θεοῖς Ἐπιφάνεσι καὶ Εὐχαρίστοις καὶ Ἴσιδι ὑπὲρ | |
| Πτολεμαίου τοῦ Εὐμένους, Καστορείου, τῶν | |
| πρώτων φίλων καὶ ἀρχικυνηγοῦ καὶ τῆς γυναικὸς | |
| 5 | αὐτοῦ Ἀγαθοκλείας καὶ τοῦ υἱοῦ Πτολεμαίου |
| τοῦ ἀρχισωματοφύλακος καὶ ἀρχικυνηγοῦ | |
| Κλέων Διογένους Θεσσαλὸς v ἡγεμὼν | |
| καὶ φρούραρχος Φιλῶν. |