[ ]
Eg. — Ombos (Kōm Ombo) — 6th/7th c. AD
| Recto.1 | 𐆠 ΧΜΓ 𐆠 |
| ☩ τῆς θείας προνοίας συναιρουμένης κ<α>ὶ | |
| τῆς σπουδῆς καὶ ἐπίξεως Ἀρσενίου καθ(ωσιωμένου) τρι(βούνου)(?) | |
| καὶ Θεολογίου πριμ(ικηρίου) καὶ λοιποῖς πρώτ(οις) ἡ | |
| 5 | πᾶσα κάθαρσις γεγένηται τοῦ δημοσίου τού- |
| του τόπου, καὶ τῆς κόπρου τῆς πολλῆς τῆς οὔσ- | |
| ης πρὸ πολλοῦ τοῦ χρόνου ἐγένετο ἡ με- | |
| ταφορά, καὶ ἐξ ὑπομνήσεως καὶ ὑποβολῆς καὶ | |
| ἐπιεικίας τοῦ ἐπισκόπου κ(αὶ) παντὸς τοῦ | |
| 10 | ὄχλου συνυπουργοῦντος ἀνανεώθη ὁ |
| αὐτὸς τόπος καὶ ᾠκοδομήθη ἀπὸ θεμε- | |
| λίου ἕως ἄνω εἰς οἰκη[τ]ήρ[ι]ον τῶν | |
| ξένων καὶ τῶν παρερχομένων | |
| ἄνευ δημοσίας συνόψεως, | |
| 15 | καὶ ἐν τῷ αὐτῷ τόπῳ ἐτάχθη |
| ἡ γραφὴ τούτου τοῦ ταβλίου | |
| τῆς ἀνανεώσεως ἐν μηνὶ | |
| Θὼθ πέμτῃ {²⁶πέμπτῃ}²⁶ τῆς παρούσης | |
| πεντεκαιδεκάτης ἰνδικ(τίωνος)· | |
| 20 | 𐆠 ἐγράφη δι’ ἐμοῦ Ἰσακίου. ☩ |
| Verso.21 | τουτὸ τὸ τηλικοῦτον ἀγαθ(ὸν) |
| τῆς οἰκοδομῆς τοῦ ἀπαν- | |
| τητηρίου ἐγένετο ἐπὶ τῶν αἰσίω(ν) | |
| χρόνων τοῦ ἐνδοξ(οτάτου) Γαβριηλίου δου- | |
| 25 | κὸς τῆς Θηβαίων χώρας καὶ τοῦ μεγαλ(οπρεπεστάτου) |
| κόμ(ητος) Πᾶ τοποτηρ(ητοῦ) κ(αὶ) Φοιβάμμονος ☩ | |
| τοῦ λαμπ(ροτάτου) καγκελ(λαρίου), σπουδῆς καὶ {οι} οἰκ(ονομίας) | |
| λαμπρ(οτάτου) Δωροθέου καγγ(ελλαρίου) καὶ Ἰωάννου | |
| λαμπρ(οῦ) σιγγ(ουλαρίου) ἐπιμελητοῦ εἰς οἴκησιν | |
| 30 | τῶν εἰσερχομ(ένων) στρ(ατιωτῶν) εἰς ἀμεριμνίαν τε |
| τῶν ἐρευθεριτέων μιτάτων ἐπιτ(άξεως) | |
| ιδʹ ἰνδ(ικτιῶνος) ληγ(ούσης) Παυνὶ ιθʹ, ἐπισυνιόντο(ς) | |
| τοῦ κληρικ(οῦ) ἡμῶν πάντων χαιρόντ(ων) | |
| [καὶ ἀγαλλο]μένων ἐν ὀνόματι Ἰη(σοῦ) Χρ(ιστοῦ). | |
| 35 | ☩ Ἰωάννης στ(οιχεῖ). 𐆠 |