[ ]
Eg. — Ombos (Kōm Ombo) — 88 AD
| 1 | ὑπὲρ Αὐτοκράτορος Καίσαρος 〚Δομιτιανοῦ〛 [Σ]εβαστοῦ 〚Γερμανικοῦ〛 καὶ τοῦ παντὸς α[ὐτοῦ οἴκου] Ἀφροδείτηι θεᾶι μεγίστηι Πετρωνία Μάγνα καὶ τὰ ταύτης |
| τέκνα τὸ ἱερὸν οἰκοδόμησαν ἐπὶ Γαίου Σεπτιμίου [Οὐ]εγέτου ἡγέμονος, στρατηγοῦντος Ἀρ[τε]μιδώρου· ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος 〚Δομιτιανοῦ〛 | |
| Σεβαστοῦ 〚Γερμανικοῦ〛 μηνὶ Φαμενὼθ νουμ[ηνίαι]. |