[ ] Att. — non-stoich. — 378/7
face A front.1         ἐπὶ Ναυσινίκο ἄρχοντος.
     {²vacat 0.088}²
2 Καλλίβιος ⋮ Κηφισοφῶντος
Παιανιεὺς ⋮ ἐγραμμάτευεν.
    {²vacat 0.19}²
4 ἐπὶ τῆς Ἱπποθωντίδο[ς ἑβδ]όμης πρυτα-
5 νείας· ἔδοξεν τῆι βολ[ῆι κα]ὶ τῶι δήμω-
ι, Χαρῖνος Ἀθμον[εὺς ἐπ]εστάτει·
Ἀριστοτέλης εἶ[πεν· τύχ]ηι ἀγαθῆι τῆι Ἀ-
θηναίων καὶ τ[ῶ]ν [συμμ]άχων τῶν Ἀθηναίω-
ν ὅπως ἂν Λακεδ[αιμό]νιοι ἐῶσι τὸς Ἕλλη-
10 νας ἐλευθέ[ρ]ος [καὶ] αὐτονόμος ἡσυχίαν
ἄγειν τὴ[ν χώραν] ἔχοντας ἐμ βεβαίωι τὴ-
[ν ἑαυτῶν ․․6․․․]ικ[․․]οσ[․․5․․]ηι[․․․]αι
[․․․․․․․․․․․․․․30․․․․․․․․․․․․․․]α
[․․․․11․․․․․]απ[․․]σ[․․]ε[․]σ[․․6․․․]ωσ[․]ν
15 [․․5․․ ἐψηφί]σθαι τῶι δήμωι· ἐάν τις βόλ-
[ηται τῶν Ἑλ]λήνων ἢ τῶν βαρβάρων τῶν ἐν
[ἠπείρωι ἐν]οικόντων ἢ τῶν νησιωτῶν, ὅσ-
[οι μὴ βασι]λέως εἰσίν, Ἀθηναίων σύμμαχ-
[ος εἶναι κ]αὶ τῶν συμμάχων, ἐξεῖναι αὐ[τ]-
20 [ι ἐλευθέρ]ωι ὄντι καὶ αὐτονόμωι, πολι-
τ[ευομέν]ωι πολιτείαν ἣν ἂν βόληται μή-
τε [φρορ]ὰν εἰσδεχομένωι μήτε ἄρχοντα
ὑπο[δεχ]ομένωι μήτε φόρον φέροντι, ἐπὶ
δὲ τ[οῖς] αὐτοῖς ἐφ οἷσπερ Χίοι καὶ Θηβαῖ-
25 οι κα[ὶ] οἱ ἄλλοι σύμμαχοι τοῖς δὲ ποιησ-
σαμέν[οι]ς συμμαχίαν πρὸς Ἀθηναίος καὶ
τὸς συμ[μ]άχος ἀφεῖναι τὸν δῆμον τὰ ἐγκ-
τήματα ὅποσ ἂν τυγχάνηι ὄντα ἢ ἴδια ἢ [δ]-
ημόσια Ἀθ[η]ναίων ἐν τῆι χ[ώραι τῶν ποιο]-
30 μένων τὴν συμμαχίαν κ[αὶ περὶ τούτων π]-
ίστιν δο͂ναι α[ὐτοῖς. ἐὰν δέ τωι τ]υγχάν[η]-
ι τῶν πόλεων [τῶν ποιομένων] τὴν συμμαχ-
ίαν πρὸς Ἀθην[αίος σ]τῆλαι ὀ͂σαι Ἀθήνησ-
ι ἀνεπιτήδειο[ι, τ]ὴμ βολὴν τὴν ἀεὶ βολε-
35 ύοσαν κυρίαν ε[ἶν]αι καθαιρεῖν· ἀπὸ δὲ Ν-
αυσινίκο ἄρχον[τ]ος μὴ ἐξεῖναι μήτε ἰδ-
ίαι μήτε δημοσ[ί]αι Ἀθηναίων μηθενὶ ἐγ-
κτήσασθαι ἐν τ[α]ῖς τῶν συμμάωχν χώραι-
ς μήτε οἰκίαν μήτε χωρίον μήτε πριαμέ-
40 νωι μήτε ὑποθεμ̣ένωι μήτε ἄλλωι τρόπω-
ι μηθενί· ἐὰν δέ τις ὠνῆται ἢ κτᾶται ἢ τι-
θῆται τρόπωι ὁτωιο͂ν, ἐξεῖναι τῶι βολο-
μένωι τῶν συμμάχων φῆναι πρὸς τὸς συν-
έδρος τῶν συμμάχων· οἱ δὲ σύνεδροι ἀπο-
45 [δ]όμενοι ἀποδόντων [τὸ μὲν ἥ]μυσυ τῶ[ι] φήναντι, τὸ δὲ ἄ-
[λλο κοι]νὸν [ἔσ]τω τῶν συ[μμά]χων· ἐὰν δέ τι-
ς ἴ[ηι] ἐπὶ πολέμωι ἐπὶ τ[ὸ]ς ποιησαμένος
τὴν συμμαχίαν ἢ κατὰ γ[ὴ]ν ἢ κατὰ θάλαττ-
αν, βοηθεῖν Ἀθηναίος καὶ τὸς συμμάχος
50 τούτοις, καὶ κατὰ γὴν καὶ κατὰ θάλαττα-
ν παντὶ σθένει κατὰ τὸ δυνατὸν. ἐὰν δέ τ-
ις εἴπηι ἢ ἐπιψηφίσηι ἢ ἄρχων ἢ ἰδιώτη-
ς παρὰ τόδε τὸ ψήφισμα ὡς λύειν τι δεῖ τ-
ῶν ἐν τῶιδε τῶι ψηφίσματι εἰρημέν[ων ὕ]-
55 παρχέτω μ[ὲν] αὐτῶι ἀτίμωι εἶναι καὶ [τὰ]
[χρ]ήμα[τα αὐ]το͂ δημόσια ἔστω καὶ τῆς θ[εο͂]
[τ]ὸ ἐπιδ[έκα]τον καὶ κρινέσθω ἐν Ἀθην[αί]-
[ο]ις καὶ τ[οῖς] συμμάχοις ὡς διαλύων τὴν
συμμαχία[ν, ζ]ημιόντων δὲ αὐτὸν θανάτω-
60 ι ἢ φυγῆι ὁ͂[περ] Ἀθηναῖοι καὶ οἱ σύμμαχο-
ι κρατο͂σι[ν· ἐὰν] δὲ θανάτο τιμηθῆι, μὴ τα-
φήτω ἐν τῆ[ι Ἀττι]κῆι [μ]ηδὲ ἐν τῆι τῶν συμ-
μάχων. τὸ δ[ὲ ψήφι]σμα τόδε ὁ γραμματεὺς
ὁ τῆς βολῆ[ς ἀναγρ]αψάτω ἐν στήληι λιθί-
65 νηι καὶ καταθέ[τω] παρὰ τὸν Δία τὸν Ἐλευ-
θέριον· τὸ δὲ ἀρ[γύ]ριον δο͂ναι εἰς τὴν ἀν-
αγραφὴν τῆς στ[ήλη]ς ἑξήκοντα δραχμὰς
ἐκ τῶν δέκα ταλ[άν]των τὸς ταμίας τῆς θε-
ο͂. εἰς δὲ τὴν στήλην ταύτην ἀναγρά-
70 φειν τῶν τε οὐσ[ῶ]ν πόλεων συμμαχίδων τ-
ὰ ὀνόματα καὶ ἥτις ἂν ἄλλη σύμμαχος γί-
<γ>νηται ταῦτα μὲν ἀναγράψαι, ἑλέσθαι δ-
ὲ τὸν δῆμον πρέσβεις τρεῖς αὐτίκα μάλ-
[α] εἰς Θήβας, [ο]ἵτινες πείσοσι Θηβαίοις ὅ-
75 [τ]ι ἂν δύνω[ν]ται ἀγαθὸν. οἵδε ηἱρέθησαν
[Ἀ]ριστοτέλης Μαραθώνιος, v Πύρρανδρο-
ς Ἀναφλύσ[τ]ιος, Θρασύβολος Κολλυτεύς.
Ἀθηναίων πόλεις αἵδε σύμμαχοι·
col. I,II.79 Χῖοι Τενέδιοι      Θηβαῖοι
80 Μυτιλη[ν]αῖοι      Χαλκιδῆς
[Μ]ηθυν]αῖοι     Ἐρετριῆς
Ρόδιοι Ποιήσσιοι  Ἀρεθόσιοι
Βυζάντιοι          Καρύστιοι
Περίνθιοι         Ἴκιοι
85 Πεπαρήθιοι         Παλλ[— —]
Σκιάθιοι
Μαρωνῖται
Διῆς
Πάρ[ι]οι Ο[— — —]
90 Ἀθηνῖται Π[— — —]
face B left.col. I,II.1 [Κερκυ]ραίων
[ὁ δ]ῆμος
[Ἀβδη]ρῖται
[Θάσι]οι
 {²vac.}²
5 [Χαλκι]δῆς
ἀπὸ [Θράικης]
{²2 vs. vac.}²
7 Αἴνιοι
Σαμοθρᾶικ[ες]
Δικαιοπολῖται
{²2 vs. vac.}²
10 Ἀκαρνᾶνες
{² vac.}²
11 Κεφαλλήνων
Πρῶννοι
Ἀλκέτας
{²vac.}²
14 Νεοπτόλεμος
 {²vac.}²
15 [Ἰάσω]ν
Ἄνδριοι
[Τ]ήνιοι
[Ἑσ]τιαιῆς
 {²2 vs. vac}²
19 Μυ[κ]όνιοι
 {²vac.}²
20 Ἀντισσαῖοι
 {²vac.}²
21 Ἐρέσιοι
 {²vac.}²
22 Ἀστραιούσιοι
 {²vac.}²
23 Κείων
Ἰουλιῆται
 {²vac.}²
25 Καρθαιε͂ς
{² vac.}²
26 Κορήσιοι
{²vac}².
27 Ἐλαιόσιοι
Ἀμόργιοι
{²vac.}²
29 Σηλυμβριανο[ί]
 {²vac.}²
30 Σίφνιοι
Σικινῆται
 {²2 vs. vac.}²
32 Διε͂ς
ἀπὸ Θράικης
{²vac.}²
34 Νεοπολῖται
 {²16 vs. vac.}²
35 Ζακυν[θ]ίων
ὁ δῆμος
ὁ ἐν τῶι Νήλλ-
ωι
face A.col. I,II.91 Ἀριστοτέλης εἶπε· [— — — — — — ἐπει]-
δὰν πρῶτο[ν — — — — — — — — — —]
ἑκόντες π[ρο]σχωρῶσι [— — — — — — ἐψη]-
φισμένα τῶι δήμωι καὶ τ[— — — — — — —]
95 νήσων εἰς τὴν συμμ[αχίαν — — — — — —]
τοῖς τῶν ἐψηφι[σμένων — — — — — — —]
[— — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us