[ ]
Att. — stoich. 42 — 387/6 — IG II² 28 Add. (pt. 1.2 p. 656)
| 1 | Θεόδοτος ἦρχε, Παράμυθος Φιλάγρο Ἐρχιεὺς ἐγρ[αμμ]άτε[υε]. |
| ἔδοξεν τῶι δή[μ]ωι· Θεόδοτος ἦρχε, Κεκροπὶς ἐπρυτάνε- | |
| υε, Παράμυθος ἐγραμμάτευε, Δαΐφρων ἐπεστάτει· Πολί- | |
| αγρος εἶπεν· ἐπαι[ν]έσαι μὲν τὸν δῆμον τὸγ Κλαζομενί- | |
| 5 | ων ὅτι πρόθυμός ἐσ[τι]ν ἐς τὴμ πόλιν τὴν Ἀθηναίων κα[ὶ] |
| νῦγ καὶ ἐν τῶι πρόσθε[ν] χρόνωι· περὶ δὲ ὧλ λέγοσι, δε[δ]- | |
| όχθαι τῶι δήμωι, [ὑπ]οτε[λ]ο͂ντας Κλαζομενίους τὴν ἐπὶ | |
| Θρασυβούλο εἰκοστὴν πε[ρὶ σ]πονδῶγ καὶ ἀσπονδιῶν π- | |
| ρὸς τοὺς ἐπὶ Χυτῶι καὶ τῶ[ν ὁμήρων], οὓς ἔχουσι Κ[λαζομ]- | |
| 10 | ένιοι τῶν ἀπὸ Χυτοῦ, κύριο[ν εἶναι τὸν δῆμον τὸγ Κλαζ]- |
| ομενίων καὶ μὴ ἐξεῖναι τῶ[ι δήμωι τῶι Ἀθηναίωμ <μ>ήτε τ]- | |
| οὺς φεύγοντας κατάγειν ἄ[νευ τοῦ δήμου τοῦ Κλαζομε]- | |
| νίωμ μήτε τῶμ μενόντωμ μηδ[ένα ἐξαιρεῖν· περὶ δὲ ἄρχ]- | |
| οντος καὶ φρουρᾶς διαχειρο[τονῆσαι τὸν δῆμον αὐτί]- | |
| 15 | κα μάλα, εἴτε χρὴ καθιστάναι ε[ἰς Κλαζομενὰς εἴτε αὐ]- |
| τοκράτορα εἶναι περὶ τούτων [τὸν δῆμον τὸγ Κλαζομε]- | |
| νίων εἰάν τε βούληται ὑποδέχεσ[θαι εἰάν τε μή. τῶμ πό]- | |
| [λεω]ν ὅθεν σιταγωγο͂νται Κλαζομέ[νιοι, Φωκάας καὶ Χί]- | |
| [ο καὶ Σ]μύρνης, εἶναι ἔνσπονδον αὐ[τοῖς ἐς τὸς λιμένα]- | |
| 20 | [ς ἐσπλε͂]ν. τοὺς δὲ στρατηγοὺς τοὺς [μετὰ ․․․8․․․․ ἐπι]- |
| [μεληθῆναι ὅπω]ς ἔσονται σπονδα[ὶ πρὸς ․․․․10․․․․ Κ]- | |
| [λαζομενίοις α]ἱ αὐταὶ καὶ Ἀθηνα[ίοις· ἐχειροτόνησεν] | |
| [ὁ δῆμος αὐτὸς τέ]λη οὐχ ὑποτελοῦ[ντας ἄλλα οὐδὲ φρου]- | |
| [ρὰν ἐσδεχομένος] οὐδὲ ἄρχοντα ὑ[ποδεχομένος ἐλευθ]- | |
| 25 | [έρος ἐ͂ναι καθὰ Ἀθη]ναίους. περὶ [δὲ ․․․․․․15․․․․․․․] |
| [․․․․․12․․․․․ κύριον εἶ?]ναι βα[σιλέα — — — — — — —] | |
| [․․․․․․․․․20․․․․․․․․․ ψ]ηφι[— — — — — — — — —] | |
| [— — — — — — — — — — — — — — — — — — — — —] |