[ ]
Eg. — Antinooupolis (Sheikh ‘Ibāda), area of — 3rd/4th c. AD — BIFAO 76 (1976) 213-223
See also:
| 1 | παρακατατίθεμαι ὑμῖν τοῦτον τὸν κατάδεσμον θεο[ῖ]ς καταχθονίοις, Πλούτωνι καὶ Κόρῃ Φερσεφόνῃ |
| Ἐρεσχιγαλ καὶ Ἀδών̣διι τῷ καὶ Βαρβαριθα καὶ Ἑρμῇ καταχθονίῳ Θωουθ φωκενσεψευ ερεκτ̣αθου μισον- | |
| κταικ καὶ Ἀνούβιδι κραταιῷ ψηριφθα, τῷ τὰς κλεῖδας ἔχοντι τῶν κατ̣ὰ Ἅιδ̣ους, καὶ δαίμοσι κατα- | |
| χθονίοις θεοῖς, ἀώροις τε καὶ ἀώραις, μέλλαξι καὶ παρθένοις, ἐνιαυτοῖς ἐξ ἐνιαυτῶν, μήνασι | |
| 5 | ἐκ μηνῶν, ἡμέραις ἐκ ἡμερῶν, ὥρασι ὡρῶν, νύκτες ἐκ νυκτῶν· ὁρκίζω πάντας τοὺς δαί- |
| μονας τοὺς ἐν τῷ τόπῳ τούτῳ συνπαραστῆναι τῷ δαίμονι τούτῳ Ἀντινόῳ. διέγειραί μοι σε- | |
| αυτὸν καὶ ὕπαγε εἰς πᾶν τ[όπο]ν, εἰς πᾶν ἄμφ̣ο̣δον, εἰς πᾶσαν οἰκ̣ε̣ίαν καὶ κατάδησον Π̣τ̣ολε- | |
| μαίδα, ἣν ἔτεκεν Ἀϊᾶς, τὴν θυγατέρα Ὡριγένους, ὅπως μὴ βινηθῇ, μὴ πυγισθῇ, μη- | |
| δὲν πρὸς ἡδονὴν ποιήσῃ ἑταίρῳ ἀνδρὶ εἰ μὴ ἐμο̣ὶ μόνῳ τῷ Σαραπάμμωνι, ὃν ἔτε- | |
| 10 | κεν Ἀρέ̣α, καὶ μὴ ἀφῇς αὐτὴν φαγεῖν, μὴ πεῖν, μὴ στέ<ρ>γειν μήτε ἐξελθεῖν μήτε |
| ὕπνου τυχεῖν ἐκτὸς ἐμοῦ τοῦ Σαραπάμμωνος, οὗ ἔτεκεν Ἀ̣ρ̣έ̣α̣. ἐξορκίζω σε, νεκύδαιμον | |
| Ἀντίνοε, κατὰ τοῦ ὀνόματος [τοῦ] τρομεροῦ καὶ φοβεροῦ, οὗ ἡ γῆ ἀκούσασα τοῦ ὀνό- | |
| ματος ἀνυγήσεται, οὗ οἱ δαίμονες ἀκούσαντες τοῦ ὀνόματος ἐνφόβως φοβοῦνται, | |
| οὗ οἱ ποταμοὶ καὶ πέτραι ἀκούσαντες ῥήσσ̣[οντα]ι· ὁρκίζω σε, νεκύδαιμον Ἀντίνοε, | |
| 15 | κατὰ τοῦ Βαρβαραθαμ χελουμ̣β̣ρ̣α βαρ̣ο̣υ̣[χ] Ἀδωναὶ καὶ κατὰ τοῦ Ἀβρασὰξ |
| καὶ κατὰ τοῦ Ἰαὼ πακεπτωθ πακ̣ε̣βραωθ σα̣βαρβαρ̣αει καὶ κατὰ | |
| τοῦ Μαρμαραουωθ καὶ κατὰ τοῦ Μαρμαραχθα μ̣αμαζαγ̣α̣ρ̣. μὴ παρα- | |
| κούσῃς, νεκύδαιμον Ἀντίνοε, ἀλλ’ ἔγειραί μοι σεαυτὸν καὶ ὕπαγε εἰς πᾶν τό- | |
| πον, εἰς πᾶν ἄμφοδον, εἰς πᾶσαν οἰκείαν καὶ ἄγαγέ μοι τὴν Πτολεμαίδα, | |
| 20 | ἣν ἔτ̣εκεν Ἀϊᾶ̣ς, τὴν θυγατέρα Ὡριγένους· κατάσχες αὐτῆς τὸ̣ βρωτόν, |
| τὸ ποτόν, ἕως ἔ̣λθῃ πρὸς ἐμὲ τὸν Σαραπάμμωνα, ὃν ἔτεκεν Ἀρέα, | |
| καὶ μὴ ἐάσῃς αὐτὴν ἄλλου ἀνδρὸς πεῖραν λαβεῖν εἰ μὴ ἐμοῦ μόνου | |
| τοῦ Σαραπάμμωνος. ἕλκε αὐτ̣ὴ̣ν τῶν τριχῶν, τῶν σπλάγχνων, | |
| ἕως μὴ ἀποστῇ μου τοῦ Σαραπάμμωνος, οὗ ἔτεκεν Ἀρέ̣α, καὶ ἔχω | |
| 25 | αὐτὴν τὴν Πτολεμαίδα, ἣν ἔτεκεν Ἀϊᾶς, τὴν θυγατέρα Ὡριγένους, |
| ὑποτεταγμένην εἰς τὸν ἅπαντα χρόνον τῆς ζωῆς μου, | |
| φιλοῦσάν με, ἐρῶσ[ά]ν μου, λέγουσάν μοι ἃ ἔχει ἐν νόῳ. ἐὰν τοῦτο | |
| ποιήσῃς, ἀπολύσω σε. |