[ ]
Eg. — Athribis (Tell Atrīb, nr. Benha) — 374 AD — CdE 41 (1966) 361, 1
| 1 | [τ]οῦ παντοκράτορος θεοῦ θελήσαντος καὶ τοῦ |
| Χριστοῦ αὐτοῦ ἐπὶ τῆς πανευδέμονος βασιλίας τῶν | |
| τὰ πάντα νεικώντων δεσποτῶν ἡμῶν | |
| Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρατιανοῦ | |
| 5 | τῶν αἰωνίων Ἀγούστων ἐν τῇ εὐτυχεστάτῃ |
| αὐτῶν δεκαετηρίδει τετράπυλον ἐπώνυμον | |
| τοῦ θιοτάτου βασιλέως ἡμῶν Οὐάλεντος ἐκ θεμελίων | |
| ἐκτίσθη ἐπὶ τῆς ἀρχῆς τοῦ κυρίου μου λαμπροτάτου | |
| ἐπάρχου τῆς Αἰγύπτου Αἰλίου Παλλαδίου, | |
| 10 | λογιστεύοντος καὶ ἐπικειμένου τῷ κτισθέντι |
| τετραπύλῳ Φλαουίου Κύρου πολειτευομένου, | |
| ἐπ’ ἀγαθῷ. | |
| {²palma}² |