[ ]
Nub. — Nawi — 858 AD? — JEA 13 (1927) 226, 1 — SB 4.7428
1 | ☩ γέρας κ(αὶ) ἄλφησις [κατὰ τ(ὴν) πρόνοι]- |
αν τ(ο)ῦ ἐλεήμονος θ(εο)ῦ, ὃς [ἔχει ἐξου]- | |
σίαν ζωῆς τε κ(αὶ) θανάτ(ο)υ· ἀ[πέστη] | |
ἀπὸ τ(ῶν) ὧδε πολυστενάκτ(ων) τριβῶ[ν ὁ] | |
5 | μακαρίτης Γεώργιος ἐν μηνὶ Χο[ιὰκ] |
ιʹ, ἀπὸ κόσμ(ου) ϛτμεʹ, ἀπὸ δὲ τῆς τ(ο)ῦ Χ(ριστο)ῦ | |
παρουσίας ωξηʹ, ἀπὸ Διοκλητ(ιανοῦ) φ- | |
οδʹ. ὁ θ(εό)ς, ἀνάπαυσον τ(ὴν) ψυχὴν | |
αὐτ(ο)ῦ ἐν κόλποις Ἀβραὰμ κ(αὶ) Ἰσαὰκ κ(αὶ) Ἰ- | |
10 | ακώβ, ἐν τόπῳ φωτινῷ, ἐν τόπῳ |
ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύ- | |
νη κ(αὶ) λύπη κ(αὶ) στεναγμός· πᾶν ἁμάρ- | |
τημα πραχθὲν ἢ λόγῳ ἢ ἔργῳ | |
ἢ κατὰ διάνοιαν ἄνες, ἄφες· συγ- | |
15 | χώρησον τὰ παραπτώματα αὐ- |
τοῦ ὡς ἀγαθὸς κ(αὶ) φιλάν(θρωπ)ος θ(εὸ)ς | |
πρεσβείαις πάντ(ων) τ(ῶν) ἁγίων σου. ☩ | |
τὰ δὲ ἔτη τ(ῆς) ζωῆς αὐτ(ο)ῦ πηʹ. ☩ |