[ ]
Eg. — Xoïs (Sakha) — ca. 165 BC — BSAAlex 19 (1923) 119ff.
| 1 | ὑ̣π̣ὲρ βασιλέως Πτολεμαίο̣[υ] |
| καὶ βασιλίσσης Κλεοπάτρας τῆς | |
| ἀδελφῆς θ[ε]ῶν Φιλομητόρων κα[ὶ] | |
| τῶν [τέ]κνων αὐτῶν, Διὶ βασιλεῖ | |
| 5 | καὶ [τοῖς] ἄλλοις πα̣τρίοις θεοῖς, |
| Καφισό̣δωρος Καφισοδώρου | |
| Βοιώτιος ὁ ἀρχισωματοφύλαξ καὶ | |
| στρατη̣γ̣ὸς τοῦ Ξο̣ΐτου καὶ ἱερεὺς τοῦ | |
| πολιτεύματος καὶ οἱ τούτου υἱοὶ | |
| 10 | Μητροφάνης κ̣[αὶ Πτ]ολεμαῖος οἱ διάδοχοι |
| καὶ εἰσαγγελε̣ῖ̣[ς καὶ ο]ἱ̣ ἐ̣πισυνηγμένοι | |
| ἐν Ξόει Βοιωτο̣ὶ̣ [καὶ] ο̣ἱ̣ σ[υμ]πολιτευ- | |
| όμενοι, ὧν τὰ ὀνόμ[ατα ἐ]ν τῆι στήληι | |
| ἀναγέγραπται, | |
| 15 | τὸ τέμενος καὶ τὰ συγκύρ[οντα]. |