[ ] Eg. — Pachnemunis (Kōm el-Wahal) — 169-172 AD — BSAAlex 19 (1923) 133, 9
1 Αὐτοκράτορα Καίσαρα
Μᾶρκον Αὐρήλιον Ἀντωνεῖνον
Σεβαστὸν τὸν σωτῆρα καὶ εὐερ-
γέτην τῆς ὅλης οἰκουμένης ἡ πόλις
5 διὰ Ἀρχίου τοῦ καὶ Ἀρείου ἐνάρχου ἐξηγητοῦ
γενομένου γυμνασιάρχου ἀποδεδειγμέ-
νου ἀγορανόμου, υἱοῦ Ἀμμωνίου Ἀρχίου
γενομένου βασιλικοῦ γραμματέως Ἀν-
ταιοπολείτου τάξιν ἔχοντος ἐν τῷ Μου-
10 σείῳ ἄρξαντος τὰς αὐτὰς ἀρχάς, προπά<π>-
που Ἀμμωνίου νεοτέρου {²⁶νεωτέρου}²⁶ Ἀνδρομάχου ἄρξαν-
τος τὰς αὐτὰς ἀρχάς, θείων προπάππων Ἀρείου
Ἀρχίου ἄρξαντος τὰς αὐτὰ<ς> ἀρχὰς καὶ Σωτη-
ρίχου τοῦ καὶ Ἰσιδωρίωνος ἀρχιερατεύσαντος,
15 [ἀνεψι]ο̣ῦ πρὸς μητρὸς Σαραπίωνος Βησαρίωνος
[γενομέ]ν̣ου ἐξηγητοῦ καὶ γυμνασιάρχου καὶ
[ἀνεψιαδο]ῦ προπάππων Κόσμου Ἀρείου ἄρξαν-
[τος τὰς αὐτὰ]ς̣ ἀρχὰς καὶ Βησαρίωνος γενομένου
[․․․․․․․c.18․․․․․․․ καὶ Σαρ]α̣π̣άμμων̣ο̣[ς]
20 — — — — — —
Search Help
Contact Us